38.3
τοῦ δʼ ἐκ τῆς Ἤλιδος πρεσβευτοῦ εἰπόντος ὅτι διὰ τοῦτʼ αὐτὸν ἐξαπέστειλαν οἱ πολῖται, ὅτι μόνος τὸν Λακωνικὸν ἐζήλωσε βίον, καὶ πότερον, ἔφη, ὁ σὸς ἢ ὁ τῶν ἄλλων πολιτῶν βίος βελτίων ἐστί; τοῦ δὲ εἰπόντος τὸν αὑτοῦ, πῶς οὖν ἄν, ἔφη, αὕτη ἡ πόλις σῴζοιτο, ἐν ᾗ πολλῶν ὄντων εἷς μόνος ἀγαθός ἐστι;
38.4
λέγοντος δέ τινος ὅτι ἡ Σπάρτη σῴζεται διὰ τοὺς βασιλεῖς ἀρχικοὺς ὄντας, οὔκ, ἔφη, ἀλλὰ διὰ τοὺς πολίτας πειθαρχικοὺς ὄντας.
38.5
Πυλίων δὲ αὐτῷ μείζονας τιμὰς ψηφισαμένων, ἀντέγραψεν ἀντέγραψεν Wyttenbach: ἐνέγραψεν. ὅτι τὰς μὲν μετρίας ὁ χρόνος αὔξει, τὰς δʼ ὑπεραιρούσας ἀφανίζει.
38.6
ἐπιδεικνυμένου δέ τινος αὐτῷ τεῖχος καὶ πυνθανομένου εἰ καρτερὸν καὶ ὑψηλόν, οὐ δὴ γυναικῶν οὐ δὴ γυναικών as in 190 a, F.C.B. (γυναικών also S. A. Naber): οὐδ’ εἰ γυναικῶν εἶπεν ἦν.; εἶπεν.
Θωρυκίωνος
39.1
Θωρυκίων ἐκ Δελφῶν παραγενόμενος, ἰδὼν τὸ Φιλίππου στρατόπεδον ἐν Ἰσθμῷ τὰ στενὰ κατειληφότος, κατειληφότος] κατειληφός S. A. Naber. κακούς, ἔφη, πυλωροὺς ὑμᾶς, ὦ Κορίνθιοι, ἡ Πελοπόννησος ἔχει.
Θεκταμενους
40.1
Θεκταμένης, καταγνόντων αὐτοῦ θάνατον τῶν ἐφόρων, ἀπῄει μειδιῶν καί τινος τῶν παρόντων ἐρωτήσαντος εἰ καὶ καταφρονεῖ τῶν τῆς Σπάρτης νομίμων, οὐχί, εἶπεν, ἀλλὰ γέγηθα ὅτι δεῖ με τὴν ζημίαν ἐκτεῖσαι ταύτην, παρʼ οὐδενὸς οὔτε τι αἰτήσαντα τι αἰτήσαντα Madvig: διαιτήσαντά με. οὔτε δανεισάμενον.
Ιπποδαμου