Thesauros Edebiyat biography Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά Plutarch
33.1 Εὐρυκρατίδας ὁ Ἀναξανδρίδου, πυθομένου τινὸς διὰ τί τὰ τὰ W περὶ τῶν συμβολαίων δίκαια ἑκάστης κρίνουσιν οἱ ἔφοροι, ὅπως ἔφη καὶ ἐν πολεμίοις πολεμίοις] malim πολέμοις πιστεύωμεν ἀλλήλοις.

Ζευξιδάμου

34.1 Ζευξίδαμος, πυνθανομένου τινὸς διὰ τί περὶ τῆς ἀνδρείας νόμους ἀγράφους τηροῦσι καὶ νέοις ἀπογραψάμενοι οὐ διδόασιν ἀναγινώσκειν, ὅτι ἔφη συνεθίζεσθαι δεῖ aut δεῖ aut κρεῖττον delendum censet W ταῖς ἀνδραγαθίαις κρεῖττον ἢ ταῖς γραφαῖς προσέχειν.
34.2 Αἰτωλοῦ δέ τινος λέγοντος ὅτι τοῖς ἀνδραγαθεῖν δυναμένοις κρείσσων τῆς εἰρήνης ὁ πόλεμος, οὐ μὰ τοὺς θεούς ἔφη ἀλλὰ τούτοις κρείσσων ὁ θάνατος τῆς ζωῆς.

Ἡρώνδου

35.1 Ἡρώνδας, Ἀθήνησιν ἁλόντος τινὸς γραφὴν ἀργίας, παρὼν καὶ πυθόμενος ἐκέλευσεν ἐπιδεῖξαι αὑτῷ τὸν τὴν ἐλευθερίαν δίκην ἡττηθέντα.

Θεαρίδου

36.1 Θεαρίδας ξίφος ἀκονῶν καὶ ἐρωτώμενος, εἰ ὀξύ ἐστιν, εἶπεν ὀξύτερον διαβολῆς.

Θεμιστέου

37.1 Θεμιστέας Θεμιστέας] Μεγιστίην vocat Herod. 7, 221 προεῖπε μὲν Λεωνίδᾳ τῷ βασιλεῖ τὴν γενησομένην ἀπώλειαν περὶ Θερμοπύλας αὐτοῦ τε καὶ τῶν συστρατευομένων αὐτῷ, μάντις ὤν· ἀποπεμπόμενος δὲ ὑπὸ τοῦ Λεωνίδα εἰς τὴν Λακεδαίμονα προφάσει τοῦ ἀπαγγεῖλαι τὰ συμβησόμενα, ταῖς δʼ ἀληθείαις ἵνα μὴ παραπόληται, οὐκ ἠνέσχετο ἀλλʼ εἶπε μαχητὴς ἐπέμφθην οὐκ ἀγγελιαφόρος.

Θεοπόμπου

38.1 Θεόπομπος πρὸς τὸν ἐρωτήσαντα πῶς ἄν τις ἀσφαλέστατα τηροίη τὴν βασιλείαν, εἰ τοῖς μὲν φίλοις ἔφη μεταδιδοίη παρρησίας δικαίας, τοὺς δὲ ἀρχομένους κατὰ δύναμιν μὴ περιορῴη ἀδικουμένους.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi