Thesauros Edebiyat biography Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά Plutarch
19.8 θεασάμενος δὲ τὸν υἱὸν προπετῶς μαχόμενον Ἀθηναίοις, ἢ τῇ δυνάμει πρόσθες, ἔφη, ἢ τοῦ φρονήματος ὕφες. φρονήματος ὔφες] φράσους ἄφελε Stobaeus, Flor. liii. 12.

Ἀρχιδάμου τοῦ Ἀγησιλάου

20.1 Ἀρχίδαμος ὁ Ἀγησιλάου, Φιλίππου μετὰ τὴν ἐν Χαιρωνείᾳ μάχην σκληροτέραν αὐτῷ ἐπιστολὴν γράψαντος, ἀντέγραψεν, εἰ μετρήσαις τὴν σαυτοῦ σκιάν, οὐκ ἂν εὕροις αὐτὴν μείζονα γεγενημένην ἢ πρὶν νικᾶν.
20.2 ἐρωτηθεὶς δὲ πόσης χώρας κρατοῦσιν οἱ Σπαρτιᾶται, ὅσης ἄν, ἔφη, τῷ δόρατι ἐφίκωνται.
20.3 Περιάνδρου δὲ τοῦ ἰατροῦ ἀξιολόγου κατὰ τέχνην ὄντος καὶ ἐπαινουμένου ἐς τὰ μάλιστα, φαῦλα δὲ ποιήματα γράφοντος, τί δήποτε, ὦ Περίανδρε, εἶπεν, ἀντὶ χαρίεντος ἰατροῦ κακὸς ποιητὴς καλεῖσθαι ἐπιθυμεῖς;ν
20.4 ἐν δὲ τῷ πρὸς Φίλιππον πολέμῳ συμβουλευόντων τινῶν ὅτι πόρρω τῆς οἰκείας τὴν μάχην συνάπτειν δεῖ, ἀλλʼ οὐ τοῦτο, ἔφη, ὁρᾶν δεῖ, ἀλλʼ οὗ οὗ Wyttenbach (οὗ or ᾗ Hatzidakis): οἱ (or εἰ). μαχόμενοι μαχόμενοι Pantazides: μαχούμενοι (εὐμαχούμενοι). κρείττονες τῶν πολεμίων ἐσόμεθα.
20.5 πρὸς δὲ τοὺς ἐπαινοῦντας αὐτόν, ὅτε τὴν πρὸς Ἀρκάδας μάχην ἐνίκησε, βέλτιον ἂν ἦν, εἰ τῇ φρονήσει, ἔφη, αὐτοὺς ἐνικῶμεν μᾶλλον ἢ τῇ ἰσχύι.
20.6 ὅτε δὲ εἰς Ἀρκαδίαν ἐνέβαλε, πυθόμενος βοηθεῖν αὐτοῖς Ἠλείους ἐπέστειλεν αὐτοῖς, Ἀρχίδαμος Ἠλείοις· καλὸν ἡσυχία. ἡσυχία] ἁσυχία Valckenaer.
20.7 τῶν δὲ συμμάχων ἐν τῷ Πελοποννησιακῷ πολέμῳ ἐπιζητούντων πόσα χρήματα ἀρκέσει, καὶ ἀξιούντων ὁρίσαι τοὺς φόρους, ὁ πόλεμος, ἔφη, οὐ τεταγμένα σιτεῖται. σιτεῖται] ζητεῖ in most mss. But see 190 a, supra.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi