Thesauros Edebiyat biography Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά Plutarch
19.2 πρὸς δὲ τὸν ἐπαινοῦντα κιθαρῳδὸν καὶ θαυμάζοντα τὴν δύναμιν αὐτοῦ ὦ λῷστε ἔφη ποῖον γέρας παρὰ σοῦ τοῖς ἀγαθοῖς ἀνδράσιν ἔσται, ὅταν κιθαρῳδὸν οὕτως ἐπαινῇς;
19.3 ἐπεὶ δέ τις αὐτῷ συνιστὰς ψάλτην εἶπεν οὗτος ἀγαθὸς ψάλτης ἐστίν , παρʼ ἡμῖν δέ γε οὗτος ἔφη ἀγαθὸς ζωμοποιός, ὡς οὐδὲν διαφέρον διʼ ὀργάνων φωνῆς ἡδονὴν ἐμποιεῖν τῆς διʼ ὄψων καὶ ζωμοῦ σκευασίας.
19.4 ὑπισχνουμένου δέ τινος αὐτῷ τὸν οἶνον ἡδὺν ποιήσειν, πρὸς τί; ἔφη καὶ γὰρ δαπανηθήσεται πλείων καὶ ποιήσει τὰ ἀνδρεῖα ἀχρηστότερα.
19.5 ἐπιὼν δὲ τὴν Κορινθίων πόλιν μετὰ στρατεύματος εἶδεν ἐκ του περὶ τὸ τεῖχος τόπου λαγωοὺς ἀναστάντας· εἶπεν οὖν πρός τοὺς συστρατιώτας, εὐάλωτοι ἡμῖν ἡμῖν *: ἡμῶν οἱ πολέμιοί εἰσι.
19.6 δύο δέ τινων διαιτητὴν αὐτὸν λαβόντων, ἀγαγὼν εἰς τὸ τῆς Χαλκιοίκου τέμενος ἐξώρκισεν ἐμμεῖναι τοῖς κριθεῖσιν αὐτούς· ὀμοσάντων δὲ ἐκείνων κρίνω τοίνυν ἔφη μὴ πρότερον ἀπελθεῖν ὑμᾶς ἐκ τοῦ τεμένους, πρὶν ἂν τὰ πρὸς ἀλλήλους διαλύσησθε.
19.7 ταῖς δὲ θυγατράσιν αὐτοῦ ἱματισμὸν πολυτελῆ Διονυσίου τοῦ Σικελίας τυράννου πέμψαντος, οὐκ ἐδέξατο εἰπών φοβοῦμαι μὴ περιθέμεναι αἱ κόραι φανῶσί μοι αἰσχραί.
19.8 θεασάμενος δὲ τὸν υἱὸν προπετῶς μαχόμενον Ἀθηναίοις ἢ τῇ δυνάμει πρόσθες ἔφη ἢ τοῦ φρονήματος ὕφες.

Ἀρχιδάμου τοῦ Ἀγησιλάου

20.1 Ἀρχίδαμος ὁ Ἀγησιλάου, Φιλίππου μετὰ τὴν ἐν Χαιρωνείᾳ μάχην σκληροτέραν αὐτῷ ἐπιστολὴν γράψαντος , ἀντέγραψεν εἰ μετρήσαις τὴν σαυτοῦ σκιάν, οὐκ ἂν εὕροις αὐτὴν μείζονα γεγενημένην ἢ πρὶν νικᾶν.
20.2 ἐρωτηθεὶς δὲ πόσης χώρας κρατοῦσιν οἱ Σπαρτιᾶται ὅσης ἄν ἔφη τῷ δόρατι ἐφίκωνται.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi