Thesauros Edebiyat biography Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά Plutarch
8.1 Ἀκρότατος, ἐπεὶ οἱ γονεῖς αὐτὸν ἄδικόν τι συμπρᾶξαι αὐτοῖς ἠξίουν; μέχρι τινὸς ἀντέλεγεν· ὡς δὲ ἐνέκειντο, εἶπεν, ἕως μὲν παρʼ ὑμῖν ἦν, οὐκ ἠπιστάμην δικαιοσύνης οὐδεμίαν ἔννοιαν· ἐπεὶ δὲ με τῇ πατρίδι παρέδοτε καὶ τοῖς ταύτης νόμοις, ἔτι δὲ δὲ] Bernardakis would write δ’ ἐν: Kronenberg τε. δικαιοσύνῃ καὶ καλοκαγαθίᾳ ἐπαιδεύσατε ὡς ἐδύνασθε, ἐδύνασθε F.C.B.: ἠδύνασθε. τούτοις πειράσομαι μᾶλλον μᾶλλον added by Bernardakis. ἢ ὑμῖν ἕπεσθαι· καὶ ἐπεὶ θέλετε μʼ μʼ added by F.C.B. ἄριστα ἄριστα] τὰ ἄριστα Kronenberg. πράττειν, ἄριστα δὲ τὰ δίκαιά ἐστι καὶ ἰδιώτῃ καὶ πολὺ μᾶλλον ἄρχοντι, πράξω ἃ θέλετε· ἃ δὲ λέγετε παραιτήσομαι.

Ἀλκαμενους τοῦ Τηλέκλου

9.1 Ἀλκαμένης ὁ Τηλέκλου, Τηλέκλου Xylander: τηλέκρου. πυθομένου τινὸς πῶς ἄν τις ἄριστα βασιλείαν διατηροίη, εἰ περὶ πλείονος, ἔφη, τὸ κέρδος μὴ ποιοῖτο.
9.2 ἑτέρου δὲ ἐπιζητοῦντος διὰ τί παρὰ Μεσσηνίων δῶρα οὐκ ἐδέξατο, ὅτι λαβόντος μου, ἔφη, πρὸς τοὺς νόμους εἰρήνην ἄγειν ἀδύνατον.
9.3 λέγοντος δέ τινος ὅτι συνεσταλμένως ζῇ ἱκανὴν οὐσίαν κεκτημένος, καλὸν γάρ, ἔφη, πολλὰ κεκτημένον ζῆν κατὰ λογισμὸν καὶ μὴ κατὰ τὴν ἐπιθυμίαν.

ἀναξανδριδου

10.1 Ἀναξανδρίδας ὁ Λέοντος πρὸς τὸν δυσφοροῦντα διὰ τὴν ἐκ τῆς πόλεως αὐτῷ γενομένην φυγήν, ὦ λῷστε, ἔφη, μὴ τὴν πόλιν φεύγων ὀρρώδει, ἀλλὰ τὴν δικαιοσύνην.
10.2 τῷ δὲ τοῖς ἐφόροις τὰ δέοντα μὲν λέγοντι πλείω δὲ τῶν ἱκανῶν, ὦ ξένε, ἔφη, οὐκ ἐν δέοντι τῷ δέοντι χρῇ.
10.3 πυνθανομένου δέ τινος διὰ τί τοῖς εἵλωσι τοὺς ἀγροὺς ἐγχειρίζουσι καὶ οὐκ αὐτοὶ ἐπιμελοῦνται, ὅτι, ἔφη, οὐ τούτων ἐπιμελούμενοι, ἀλλʼ αὑτῶν, αὐτοὺς ἐκτησάμεθα.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi