2.6
ἔτι δὲ παῖδα αὐτὸν ὄντα, γυμνοπαιδίας ἀγομένης, ὁ χοροποιὸς ἔστησεν εἰς ἄσημον τόπον· ὁ δὲ ἐπείσθη καίπερ ἤδη βασιλεὺς ἀποδεδειγμένος καὶ εἶπεν εὖγε· δείξω γὰρ ὅτι οὐχ οἱ τόποι τοὺς ἄνδρας ἐντίμους, ἀλλʼ οἱ ἄνδρες τοὺς τόπους ἐπιδεικνύουσι.
2.7
προστάττοντος δέ τινος αὐτῷ ἰατροῦ περιεργοτέραν θεραπείαν καὶ οὐχ ἁπλῆν, νὴ τὼ θεὼ νὴ τὼ θεώ] ναὶ τὼ σιώ Cobetus φησὶν οὐ πάντως μοι πρόκειται ζῆν οὐδὲ πάντα ἀναδέχομαι.
2.8
ἐφεστὼς δέ ποτε τῷ βωμῷ τῆς Χαλκιοίκου βουθυτῶν, ἐπειδὴ φθεὶρ αὐτὸν ἔδακεν, οὐ διετράπη λαβὼν δὲ περιφανῶς ἐναντίον πάντων ἀπέκτεινε, προσειπών νὴ τοὺς θεοὺς ἡδέως τὸν ἐπίβουλον καὶ ἐπὶ τῷ βωμῷ.
2.9
ἄλλοτʼ ἰδὼν μῦν ἑλκόμενον ἐκ θυρίδος ὑπὸ παιδαρίου κρατοῦντος, ἐπεὶ ὁ μῦς ἐπιστραφεὶς ἔδακε τὴν χεῖρα τοῦ κρατοῦντος καὶ ἔφυγεν, ἐπιδείξας τοῖς παροῦσιν εἶπεν ὅταν τὸ ἐλάχιστον ζῷον οὕτως ἀμύνηται τοὺς ἀδικοῦντας, τί τοὺς ἄνδρας προσήκει ποιεῖν λογίζεσθε.
2.10
βουλόμενος δὲ τὸν πρὸς τὸν Πέρσην συστήσασθαι πόλεμον ἕνεκα τοῦ ἐλευθερῶσαι τοὺς ἐν τῇ Ἀσίᾳ κατοικοῦντας Ἕλληνας, τῷ κατὰ Δωδώνην Διὸς ἐχρήσατο μαντείῳ· κελεύσαντος δέ, κελεύσαντος δέ W: κελεύσαντος δὲ ὅπερ ἐστὶν ὡς στρατεύεσθαι τὸ χρησθὲν ἀνήγγειλε τοῖς ἐφόροις· οἱ δὲ ἐκέλευσαν αὐτὸν καὶ εἰς Δελφοὺς ἀφικόμενον περὶ τῶν αὐτῶν πυνθάνεσθαι. πορευθεὶς οὖν εἰς τὸ μαντεῖον ἐπηρώτησεν οὕτως Ἄπολλον, ἦ δοκεῖ σοι ὃ καὶ τῷ πατρί; συναινέσαντος δʼ αἱρεθεὶς οὕτως ἐστρατεύσατο.