Thesauros Edebiyat biography Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά Plutarch
2.49 ὁρῶν δʼ ἐνίους τῶν πολιτῶν ἀπὸ ἱπποτροφίας δοκοῦντας εἶναί τινας καὶ μεγαλοφρονοῦντας, ἔπεισε τὴν ἀδελφὴν Κυνίσκαν ἅρμα καθεῖσαν καθεῖσαν Cobetus: καθίσασαν Ὀλυμπίασιν ἀγωνίσασθαι, βουλόμενος ἐνδείξασθαι τοῖς Ἕλλησιν ὡς οὐδεμιᾶς ἐστιν ἀρετῆς πλούτου δὲ καὶ δαπάνης τὰ τοιαῦτα.
2.50 Ξενοφῶντα δὲ τὸν σοφὸν ἔχων μεθʼ ἑαυτοῦ σπουδαζόμενον, ἐκέλευε τοὺς παῖδας ἐν Λακεδαίμονι τρέφειν μεταπεμψάμενον, τὸ κάλλιστον τῶν μαθημάτων παιδευθησομένους, ἄρχειν τε καὶ ἄρχεσθαι.
2.51 ἄλλοτε δʼ ἐρωτώμενος διὰ τί μάλιστα παρὰ τοὺς ἄλλους εὐδοκιμοῦσιν οἱ Σπαρτιᾶται, διότι εἶπε παρὰ τοὺς ἄλλους ἀσκοῦσιν ἄρχειν τε καὶ ἄρχεσθαι.
2.52 Λυσάνδρου δὲ τελευτήσαντος, εὑρὼν ἑταιρείαν πολλὴν συνεστῶσαν, ἣν ἐκεῖνος εὐθὺς ἐπανελθὼν ἀπὸ τῆς Ἀσίας συνέστησεν ἐπὶ τὸν Ἀγησίλαον, ὥρμησεν αὐτὸν ἐξελέγχειν οἷος ἦν ζῶν πολίτης. καὶ λόγον ἀναγνοὺς ἐν βιβλίῳ ἀπολελειμμένον, ὃν ἔγραψε μὲν Κλέων ὁ Ἁλικαρνασσεύς, ἔμελλε δὲ λέγειν ἀναλαβὼν ὁ Λύσανδρος ἐν τῷ δήμῳ περὶ πραγμάτων καινῶν καὶ μεταστάσεως τοῦ πολιτεύματος, ἠθέλησεν εἰς μέσον ἐξενεγκεῖν ἐπεὶ δέ τις τῶν γερόντων τὸν λόγον ἐπελθὼν καὶ φοβηθεὶς τὴν δεινότητα συνεβούλευσε μὴ τὸν Λύσανδρον ἀνορύττειν, ἀλλὰ τὸν λόγον μᾶλλον αὐτῷ συγκατορύττειν, ἐπείσθη καὶ ἡσύχασε.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi