Thesauros Edebiyat biography Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν Plutarch
92.8 ἀκούσας δὲ ὅτι Ἀλέξανδρος δύο καὶ τριάκοντα γεγονὼς ἔτη κατεστραμμένος τὰ πλεῖστα διηπόρει τί ποιήσει τὸν λοιπὸν χρόνον, ἐθαύμαζεν εἰ μὴ μεῖζον Ἀλέξανδρος ἔργον ἡγεῖτο τοῦ κτήσασθαι τὴν ἡγεμονίαν τὸ διατάξαι τὴν ὑπάρχουσαν.
92.9 γράψας δὲ τὸν περὶ τῶν μοιχῶν νόμον, ἐν ᾧ διώρισται πῶς δεῖ κρίνεσθαι τοὺς ἐν αἰτίαις αἰτίαις] αἰτίᾳ van Herwerden. γενομένους καὶ πῶς δεῖ κολάζεσθαι τοὺς ἁλόντας, εἶτα προσπεσὼν ὑπʼ ὀργῆς τὸν ἐπὶ Ἰουλίᾳ τῇ θυγατρὶ διαβεβλημένον νεανίσκον ἔτυπτε ταῖς χερσὶν ἐκείνου δὲ ἀναβοῶντος, νόμον ἔθηκας, ὦ Καῖσαρ, οὕτω μετενόησεν ὥστε τὴν ἡμέραν ἐκείνην παραιτήσασθαι τὸ δεῖπνον.
92.10 Γάιον δὲ τὸν θυγατριδοῦν εἰς Ἀρμενίαν ἀποστέλλων ᾐτεῖτο παρὰ τῶν θεῶν εὔνοιαν αὐτῷ τὴν Πομπηίου, τόλμαν δὲ τὴν Ἀλεξάνδρου, τύχην δὲ τὴν ἑαυτοῦ παρακολουθῆσαι.
92.11 Ῥωμαίοις δὲ τῆς ἀρχῆς ἔλεγεν ἀπολείψειν διάδοχον, ὃς οὐδέποτε περὶ τοῦ αὐτοῦ πράγματος δὶς ἐβουλεύσατο, Τιβέριον λέγων.
92.12 θορυβοῦντας δὲ τοὺς ἐν ἀξιώματι νέους καταστεῖλαι βουλόμενος, ὡς οὐ προσεῖχον ἀλλʼ ἐθορύβουν, ἀκούσατε, εἶπε, νέοι γέροντος, οὗ νέου γέροντες ἤκουον.
92.13 τοῦ δὲ Ἀθηναίων δήμου ἐξημαρτηκέναι τι δόξαντος, ἔγραψεν ἀπʼ Αἰγίνης οἴεσθαι μὴ λανθάνειν αὐτοὺς ὀργιζόμενος, οὐ γὰρ ἂν ἐν Αἰγίνῃ διαχειμάσαι. διαχειμάσαι F.C.B.: διαχειμάσειν. Or perhaps ἂν should be omitted, simply to accord with what little we know of the historical facts. ἄλλο δὲ οὐδὲν οὔτε εἶπεν αὐτοὺς οὔτε ἐποίησε.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi