Thesauros Edebiyat biography Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν Plutarch
92.9 γράψας δὲ τὸν περὶ τῶν μοιχῶν νόμον, ἐν ᾧ διώρισται πῶς δεῖ κρίνεσθαι τοὺς ἐν αἰτίαις ἐν αἰτίᾳ Herwerdenus γενομένους καὶ πῶς δεῖ κολάζεσθαι τοὺς ἁλόντας, εἶτα προσπεσὼν ὑπʼ ὀργῆς τὸν ἐπὶ Ἰουλίᾳ τῇ θυγατρὶ διαβεβλημένον νεανίσκον ἔτυπτε ταῖς χερσίν· ἐκείνου δὲ ἀναβοῶντος νόμον ἔθηκας, ὦ Καῖσαρ, οὕτω μετενόησεν, ὥστε τὴν ἡμέραν ἐκείνην παραιτήσασθαι τὸ δεῖπνον.
92.10 Γάιον δὲ τὸν θυγατριδοῦν εἰς Ἀρμενίαν ἀποστέλλων ᾐτεῖτο παρὰ τῶν θεῶν εὔνοιαν αὐτῷ τὴν Πομπηίου, τόλμαν δὲ τὴν Ἀλεξάνδρου, τύχην δὲ τὴν ἑαυτοῦ παρακολουθῆσαι.
92.11 Ῥωμαίοις δὲ τῆς ἀρχῆς ἔλεγεν ἀπολείψειν διάδοχον, ὃς οὐδέποτε περὶ τοῦ αὐτοῦ πράγματος δὶς ἐβουλεύσατο, Τιβέριον λέγων.
92.12 θορυβοῦντας δὲ τοὺς ἐν ἀξιώματι νέους καταστεῖλαι βουλόμενος, ὡς οὐ προσεῖχον ἀλλʼ ἐθορύβουν, ἀκούσατε εἶπε νέοι γέροντος, οὗ νέου γέροντες ἤκουον.
92.13 τοῦ δὲ Ἀθηναίων δήμου ἐξημαρτηκέναι τι δόξαντος, ἔγραψεν ἀπʼ Αἰγίνης οἴεσθαι μὴ λανθάνειν αὐτοὺς ὀργιζόμενος, οὐ γὰρ ἂν ἐν Αἰγίνῃ διαχειμάσειεν διαχειμάσειεν*: διαχειμάσειν ἄλλο δὲ οὐδὲν οὔτε εἶπεν αὐτοὺς οὔτε ἐποίησε.
92.14 τῶν δὲ Εὐρυκλέους κατηγόρων ἑνὸς ἀφειδῶς καὶ κατακόρως παρρησιαζομένου καὶ προαχθέντος εἰπεῖν τι τοιοῦτον εἰ ταῦτά σοι, Καῖσαρ, οὐ φαίνεται μεγάλα, κέλευσον αὐτὸν ἀποδοῦναί μοι Θουκυδίδου τὴν ἑβδόμην· διὸ ὀργισθεὶς ἀπάγειν ἐκέλευσε· πυθόμενος δέ, ὅτι τῶν ἀπὸ Βρασίδου γεγονότων ὑπόλοιπος οὗτός ἐστι, μετεπέμψατο, καὶ μέτρια νουθετήσας ἀπέλυσε.
92.15 Πείσωνος δὲ τὴν οἰκίαν ἐκ θεμελίων ἄχρι πάσης στέγης ἐπιμελῶς οἰκοδομοῦντος, εὔθυμον ἔφη με ποιεῖς οὕτως οἰκοδομῶν, ὡς ἀιδίου τῆς τῆς Ῥώμης ἐσομένης.
← Önceki 82 / 82

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi