Thesauros Edebiyat biography Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν Plutarch
82.3 ἔτι δὲ νέος ὢν τοσαύτην εἶχε δόξαν ἀνδρείας καὶ συνέσεως, ὥστε Κάτωνα μὲν τὸν πρεσβύτερον εἰπεῖν ἐρωτηθέντα περὶ τῶν ἐν Καρχηδόνι στρατευομένων, ἐν οἷς καὶ Σκιπίων ἦν, οἶος πέπνυται, τοὶ δὲ σκιαὶ ἀίσσουσιν. Hom. κ 495
82.4 εἰς δὲ τὴν Ῥώμην ἐλθόντος ἀπὸ στρατείας, ἀπὸ στρατείας] ἐπὶ ὑπατείαν W ἐκάλουν αὐτὸν οὐκ ἐκείνῳ χαριζόμενοι, ἀλλʼ ὡς Καρχηδόνα διʼ ἐκείνου ταχὺ καὶ ῥᾳδίως ληψόμενοι·
82.5 ἐπεὶ δὲ παρελθὼν εἰς τὸ τεῖχος, τῶν Καρχηδονίων ἐκ τῆς ἄκρας ἀμυνομένων, μὴ σὺ μὴ σὺ] εἰς Duebnerus. Aliud latet τὴν διὰ μέσου θάλασσαν οὐ πάνυ βαθεῖαν οὖσαν τοῦ Πολυβίου συμβουλεύοντος αὐτῷ κατασπεῖραι τριβόλους σιδηροῦς ἢ σανίδας ἐμβαλεῖν ἐμβαλεῖν*: ἐμβαλλεῖν κεντρωτάς, ὅπως μὴ διαβαίνοντες οἱ πολέμιοι προσμάχωνται τοῖς χώμασιν· ἔφη γελοῖον εἶναι κατειληφότας τὰ τείχη καὶ τῆς πόλεως ἐντὸς ὄντας εἶτα πράττειν ὅπως οὐ μαχοῦνται τοῖς πολεμίοις.
82.6 εὑρὼν δὲ τὴν πόλιν ἀνδριάντων Ἑλληνικῶν καὶ ἀναθημάτων ἀπὸ Σικελίας μεστὴν οὖσαν, ἐκήρυξε τοὺς ἀπὸ τῶν πόλεων παρόντας ἐπιγινώσκειν καὶ κομίζεσθαι.
82.7 τῶν δὲ χρημάτων οὔτε δοῦλον οὔτε ἀπελεύθερον εἴα λαβεῖν οὐδένα, ἀλλʼ οὐδὲ πρίασθαι πάντων ἀγόντων καὶ φερόντων.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi