Thesauros Edebiyat biography Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν Plutarch
79.1 Πόπλιος Λικίνιος ὕπατος στρατηγός, ἡττηθεὶς ὑπὸ Περσέως τοῦ Μακεδόνων βασιλέως ἱππομαχίᾳ, δισχιλίους ὀκτακοσίους ἀπέβαλε, τοὺς μὲν πεσόντας τοὺς δὲ ἁλόντας· ἐπεὶ δὲ μετὰ τὴν μάχην ἔπεμψεν ὁ Περσεὺς πρέσβεις περὶ σπονδῶν καὶ εἰρήνης, ἐκέλευεν ὁ νενικημένος τὸν νενικηκότα Ῥωμαίοις ἐπιτρέπειν τὰ καθʼ αὑτόν.

Παύλου Ἀιμιλίου

80.1 Παῦλος Αἰμίλιος δευτέραν ὑπατείαν μετελθὼν ἀπέτυχεν ἐπεὶ δὲ τοῦ πρὸς Περσέα καὶ Μακεδόνας πολέμου μῆκος λαμβάνοντος ἀπειρίᾳ καὶ μαλακίᾳ τῶν στρατηγῶν, ἐκεῖνον ὕπατον ἀπέδειξαν, οὐκ ἔφη χάριν ἔχειν αὐτοῖς· οὐ γὰρ αὐτὸς ἀρχῆς δεόμενος, ὡς ἐκείνων ἄρχοντος, ᾑρῆσθαι στρατηγός.
80.2 ἐλθὼν δὲ εἰς οἶκον ἐξ ἀγορᾶς καὶ τὴν Τερτίαν τὸ θυγάτριον εὑρὼν δεδακρυμένον ἐπυνθάνετο τὴν αἰτίαν εἰπούσης δὲ ὅτι Περσεὺς τέθνηκεν ἡμῖν ʽ κυνίδιον δʼ ἦν οὕτως ὀνομαζόμενον ʽ, ἀγαθῇ τύχῃ, εἶπεν, ὦ θύγατερ, καὶ δέχομαι τὸν οἰωνόν.
80.3 εὑρὼν δὲ ἐπὶ στρατοπέδου πολλὴν θρασύτητα καὶ λαλιὰν παραστρατηγούντων καὶ πολυπραγμονούντων ἐκέλευσεν ἡσυχίαν ἔχειν καὶ ποιεῖν ὀξείας τὰς μαχαίρας μόνον, αὑτῷ δὲ τῶν ἄλλων μελήσειν.
80.4 τὰς δὲ νυκτερινὰς φυλακὰς ἐκέλευσεν φυλάττειν ἄνευ λόγχης καὶ ξίφους, ὅπως ἀμύνασθαι τοὺς πολεμίους ἀπεγνωκότες μᾶλλον καὶ διαμαχοῦνται πρὸς τὸν ὕπνον.
80.5 ἐμβαλὼν δὲ διὰ τῶν ἄκρων εἰς Μακεδονίαν καὶ συντεταγμένους ἰδὼν τοὺς πολεμίους, τοῦ Νασικᾶ παρακαλοῦντος αὐτὸν εὐθὺς ἐπιχειρεῖν εἴγε τὴν σήν, εἶπεν, ἡλικίαν εἶχον, αἱ δὲ πολλαί με πεῖραι κωλύουσιν ἐκ πορείας πρὸς φάλαγγα συντεταγμένην μάχεσθαι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi