77.1
Τίτος Κοΐντιος Κοΐντιος W: κοΰντιος οὕτως ἦν εὐθὺς ἐξ ἀρχῆς ἐπιφανής, ὥστε πρὸ δημαρχίας καὶ στρατηγίας καὶ ἀγορανομίας ὕπατος αἱρεθῆναι. πεμφθεὶς δὲ στρατηγὸς ἐπὶ Φίλιππον εἰς λόγους ἐπείσθη συνελθεῖν αὐτῷ· τοῦ δὲ Φιλίππου λαβεῖν ὁμήρους ἀξιοῦντος, ἐκεῖνον μὲν γὰρ εἶναι μετὰ πολλῶν Ῥωμαίων, ἑαυτὸν δὲ μόνον Μακεδόσι· σὺ γὰρ μόνον ὁ Κοΐντιος Κοΐντιος idem: κόϊντος ἔφη ἑαυτὸν ἐποίησας ἀποκτείνας τοὺς φίλους καὶ συγγενεῖς.
77.2
νικήσας δὲ μάχῃ τὸν Φίλιππον ἐκήρυξεν ἐν Ἰσθμίοις, ὅτι τοὺς Ἕλληνας ἐλευθέρους καὶ αὐτονόμους ἀφίησιν. ὅσοι δὲ Ῥωμαίων αἰχμάλωτοι γενόμενοι ἐν τοῖς κατʼ Ἀννίβαν χρόνοις ἐδούλευον παρὰ τοῖς Ἕλλησι, τούτων ἕκαστον οἱ Ἕλληνες ἐξωνησάμενοι δραχμῶν πεντακοσίων δωρεὰν ἔδωκαν αὐτῷ, κἀκεῖνοι θριαμβεύοντι συνηκολούθησαν ἐν Ῥώμῃ πιλία περὶ ταῖς κεφαλαῖς ἔχοντες, ὥσπερ ἔθος ἐστὶ τοῖς ἐλευθερωθεῖσι.
77.3
τοὺς δʼ Ἀχαιοὺς ἐπὶ τὴν Ζακυνθίων νῆσον διανοουμένους στρατεύειν ἐκέλευε φυλάττεσθαι, μὴ καθάπερ αἱ χελῶναι τὴν κεφαλὴν προτείναντες ἔξω τῆς Πελοποννήσου κινδυνεύσωσιν.