Thesauros Edebiyat biography Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν Plutarch
74.5 ἐπεὶ δὲ φωράσας τὴν ἐπιβουλὴν ὁ Πύρρος τὸν μὲν ἰατρὸν ἐκρέμασε, τῷ δὲ Φαβρικίῳ τοὺς αἰχμαλώτους ἄνευ λύτρων ἀπέδωκεν, οὐκ ἐδέξατο δωρεὰν ἀλλʼ ἴσους ἀντέδωκε, μὴ δόξῃ λαμβάνειν μισθὸν οὐδὲ γὰρ χάριτι Πύρρου μεμηνυκέναι τὴν ἐπιβουλήν, ἀλλʼ ὅπως μὴ δοκῶσι Ῥωμαῖοι δόλῳ κτείνειν, ὡς φανερῶς νικᾶν οὐ δυνάμενοι.

Φαβίου Μαξίμου

75.1 Φάβιος Μάξιμος Ἀννίβᾳ μάχεσθαι μὴ βουλόμενος ἀλλὰ τρίβειν χρόνῳ τὴν δύναμιν αὐτοῦ, καὶ χρημάτων ἐνδεᾶ καὶ σιτίων οὖσαν, ἐπηκολούθει διὰ τῶν τραχέων καὶ ὀρεινῶν ἀντιπαρεξιών· καταγελώντων δὲ τῶν πολλῶν καὶ παιδαγωγὸν Ἀννίβα καλούντων, μικρὰ φροντίζων ἐχρῆτο τοῖς αὑτοῦ λογισμοῖς· καὶ πρὸς τοὺς φίλους ἔλεγεν ὅτι τὸν σκώμματα φοβούμενον καὶ λοιδορίας δειλότερον ἡγεῖται τοῦ φεύγοντος τοὺς πολεμίους.
75.2 ἐπεὶ δὲ τοῦ συνάρχοντος Μινουκίου καταβαλόντος τινὰς τῶν πολεμίων πολὺς ἦν λόγος ὡς ἀνδρὸς ἀξίου τῆς Ῥώμης, μᾶλλον ἔφη τὴν εὐτυχίαν ἢ τὴν ἀτυχίαν τοῦ Μινουκίου φοβεῖσθαι. καὶ μετὰ μικρὸν ἐνέδρᾳ περιπεσόντος καὶ κινδυνεύοντος ἀπολέσθαι μετὰ τῆς ἑαυτοῦ δυνάμεως, ἐπιβοηθήσας τῶν τε πολεμίων πολλοὺς διέφθειρε κἀκεῖνον ἔσωσεν. ὁ μὲν οὖν Ἀννίβας εἶπε πρὸς τοὺς φίλους, οὐ πολλάκις ὑμῖν προὔλεγον ἐγὼ τὴν ἀπὸ ἀπὸ] ἐπὶ Life of Fabius Maximus, chap. xii. τῶν ὀρῶν νεφέλην ὅτι χειμάσει ποτὲ ἐφʼ ἡμᾶς;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi