Thesauros Edebiyat biography Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν Plutarch
75.1 Φάβιος Μάξιμος Ἀννίβᾳ μάχεσθαι μὴ βουλόμενος ἀλλὰ τρίβειν χρόνῳ τὴν δύναμιν αὐτοῦ, καὶ χρημάτων ἐνδεᾶ καὶ σιτίων οὖσαν, ἐπηκολούθει διὰ τῶν τραχέων καὶ ὀρεινῶν ἀντιπαρεξιών· καταγελώντων δὲ τῶν πολλῶν καὶ παιδαγωγὸν Ἀννίβα καλούντων, μικρὰ φροντίζων ἐχρῆτο τοῖς αὑτοῦ λογισμοῖς· καὶ πρὸς τοὺς φίλους ἔλεγεν ὅτι τὸν σκώμματα φοβούμενον καὶ λοιδορίας δειλότερον ἡγεῖται τοῦ φεύγοντος τοὺς πολεμίους.
75.2 ἐπεὶ δὲ τοῦ συνάρχοντος Μινουκίου καταβαλόντος τινὰς τῶν πολεμίων πολὺς ἦν λόγος ὡς ἀνδρὸς ἀξίου τῆς Ῥώμης, μᾶλλον ἔφη τὴν εὐτυχίαν ἢ τὴν ἀτυχίαν τοῦ Μινουκίου φοβεῖσθαι καὶ μετὰ μικρὸν ἐνέδρᾳ περιπεσόντος καὶ κινδυνεύοντος ἀπολέσθαι μετὰ τῆς ἑαυτοῦ δυνάμεως, ἐπιβοηθήσας τῶν τε πολεμίων πολλοὺς διέφθειρε κἀκεῖνον ἔσωσεν. ὁ μὲν οὖν Ἀννίβας εἶπε πρὸς τοὺς φίλους οὐ πολλάκις ὑμῖν προὔλεγον ἐγὼ τὴν ἀπὸ ἀπὸ] ἐπὶ Vit. F. Max. c. 12 τῶν ὀρῶν νεφέλην ὅτι χειμάσει ποτὲ ἐφʼ ἡμᾶς;
75.3 μετὰ δὲ τὴν ἐν Κάνναις ἀτυχίαν τῆς πόλεως ἄρχων κατασταθεὶς μετὰ Κλαυδίου Μαρκέλλου, τόλμαν ἔχοντος ἀνδρὸς καὶ φιλομαχοῦντος ἀεὶ πρὸς τὸν Ἀννίβαν, αὐτὸς ἤλπιζεν, εἰ μηδεὶς μάχοιτο, ταχὺ τὴν δύναμιν τοῦ Ἀννίβα παρατεινομένην ἀπαγορεύσειν· ἔλεγεν οὖν ὁ Ἀννίβας ὅτι μᾶλλον φοβεῖται Μαρκέλλου μαχομένου Φάβιον μὴ μαχόμενον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi