Thesauros Edebiyat biography Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν Plutarch
71.19 τοῦ δὲ Χαβρίου περὶ Κόρινθον ὀλίγους τινὰς τῶν Θηβαίων ὑπὸ τὰ τείχη φιλομαχοῦντας καταβαλόντος καὶ στήσαντος τρόπαιον, ὁ Ἐπαμεινώνδας καταγελῶν ἔφη, ἐνταῦθα δεῖ οὐ τρόπαιον ἀλλὰ ἙκάταιονThere can be little doubt that Epameinondas said Ἑκάταιον, although the mss. have a later form Ἑκατήσιον. ἑστάναι τὴν γὰρ Ἑκάτην ἐπιεικῶς ἐν ταῖς πρὸ τῶν πυλῶν ἱδρύοντο τριόδοις.
71.20 ἀπαγγείλαντος δέ τινος ὡς Ἀθηναῖοι στράτευμα καινοῖς κεκοσμημένον ὅπλοις εἰς Πελοπόννησον ἀπεστάλκασι, τί οὖν, εἶπεν, Ἀντιγενίδας στένει στένει] ὑστερεῖ S. A. Naber. καινοὺς Τελλῆνος αὐλοὺς ἔχοντος; ἦν δὲ αὐλητὴς ὁ μὲν Τελλὴν Τέλλην Hatzidakis: Τέλλης. κάκιστος, ὁ δὲ Ἀντιγενίδας κάλλιστος.
71.21 τὸν δὲ ὑπασπιστὴν αἰσθόμενος εἰληφότα χρήματα πολλὰ παρʼ ἀνδρὸς αἰχμαλώτου γεγονότος, ἐμοὶ μέν, εἶπεν, ἀπόδος τὴν ἀσπίδα, σεαυτῷ δὲ πρίω καπηλεῖον, ἐν ᾧ καταζήσεις· οὐκέτι γὰρ ἐθελήσεις κινδυνεύειν ὁμοίως εἷς τῶν πλουσίων γεγονὼς καὶ μακαρίων.
71.22 ἐρωτηθεὶς δὲ πότερον ἑαυτὸν ἡγεῖται βελτίονα στρατηγὸν ἢ Χαβρίαν ἢ Ἰφικράτην δύσκριτον, εἶπεν, ἕως ζῶμεν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi