Thesauros Edebiyat biography Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν Plutarch
71.6 ἑορτὴν δὲ τῆς πόλεως ἀγούσης καὶ πάντων ἐν πότοις καὶ συνουσίαις ὄντων, ἀπήντησέ τινι τῶν συνήθων αὐχμηρὸς καὶ σύννους βαδίζων θαυμάζοντος δὲ καὶ πυνθανομένου τί δὴ μόνος οὕτως ἔχων περίεισιν, ὅπως, εἶπεν, ἐξῇ πᾶσιν ὑμῖν μεθύειν καὶ ῥᾳθυμεῖν.
71.7 ἄνθρωπον δὲ φαῦλον ἐξημαρτηκότα τι τῶν μετρίων, τοῦ μὲν Πελοπίδα παρακαλοῦντος, οὐκ ἀφῆκε, τῆς δʼ ἐρωμένης δεηθείσης, ἀφῆκεν, εἰπὼν ὅτι τοιαῦτα πρέπει λαμβάνειν ἑταιριδίοις, ἀλλὰ μὴ στρατηγοῖς.
71.8 ἐπεὶ δὲ Λακεδαιμονίων ἐπιστρατευομένων ἀνεφέροντο χρησμοὶ τοῖς Θηβαίοις, οἱ μὲν ἧτταν οἱ δὲ νίκην φράζοντες, ἐκέλευε τοὺς μὲν ἐπὶ δεξιὰ τοῦ βήματος θεῖναι τοὺς δὲ ἐπʼ ἀριστερά. τεθέντων δὲ πάντων, ἀναστὰς εἶπεν, ἐὰν μὲν ἐθελήσητε τοῖς ἄρχουσι πείθεσθαι καὶ τοῖς πολεμίοις ὁμόσε χωρεῖν, οὗτοι ὑμῖν εἰσὶν οἱ χρησμοί, δείξας τοὺς βελτίονας· ἐὰν δὲ ἀποδειλιάσητε πρὸς τὸν κίνδυνον, ἐκεῖνοι, πρὸς τοὺς χείρονας ἰδών.
71.9 πάλιν δὲ προσάγων τοῖς πολεμίοις, βροντῆς γενομένης καὶ τῶν περὶ αὐτὸν πυνθανομένων τί σημαίνειν οἴεται τὸν θεόν, ἐμβεβροντῆσθαι τοὺς πολεμίους εἶπεν ὅτι τοιούτων χωρίων ἐγγὺς ὄντων, ἐν τοιούτοις στρατοπεδεύουσιν.
71.10 ἥδιστον δὲ πάντων αὑτῷ τῶν γεγονότων καλῶν καὶ ἀγαθῶν ἔλεγε τὸ τοῦ τὸ τοῦ Bernardakis, comparing the other versions in Plutarch: τὸ τῶν γειναμένων αὐτὸν τοῦ. πατρὸς ἔτι ζῶντος καὶ τῆς μητρὸς ἐν Λεύκτροις νικῆσαι Λακεδαιμονίους.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi