Thesauros Edebiyat biography Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν Plutarch
50.7 Ἀριστογείτονος δὲ τοῦ συκοφάντου μέλλοντος ἀποθνῄσκειν ἐν τῷ δεσμωτηρίῳ κατακρίτου γεγονότος καὶ δεομένου τὸν Φωκίωνα πρὸς αὐτὸν ἐλθεῖν, τῶν δὲ φίλων οὐκ ἐώντων πρὸς ἄνθρωπον πονηρὸν βαδίζειν, καὶ ποῦ τις ἄν, εἶπεν, ἥδιον Ἀριστογείτονι λαλήσειεν;
50.8 ὀργιζομένων δὲ τοῖς Βυζαντίοις τῶν Ἀθηναίων μὴ δεξαμένοις δεξαμένοις, Hartman, is clearly right from the Life of Phocion, chap. xiv. (747 f οὐδὲ αἱ πόλεις ἐδέχοντο ...): δεξαμένων. τῇ πόλει Χάρητα πεμφθέντα μετὰ δυνάμεως βοηθὸν αὐτοῖς πρὸς Φίλιππον, εἰπὼν ὁ Φωκίων ὅτι δεῖ μὴ τοῖς ἀπιστοῦσι τῶν συμμάχων, ἀλλὰ τοῖς ἀπιστουμένοις ὀργίζεσθαι τῶν στρατηγῶν αὐτὸς ᾑρέθη στρατηγός· καὶ πιστευθεὶς ὑπὸ τῶν Βυζαντίων ἐποίησε τὸν Φίλιππον ἀπελθεῖν ἄπρακτον.
50.9 Ἀλεξάνδρου δὲ τοῦ βασιλέως ἑκατὸν τάλαντα δωρεὰν αὐτῷ πέμψαντος, ἠρώτησε τοὺς κομίζοντας τί δήποτε, πολλῶν ὄντων Ἀθηναίων, αὐτῷ μόνῳ ταῦτα δίδωσιν Ἀλέξανδρος· εἰπόντων δὲ ἐκείνων ὡς μόνον αὐτὸν ἡγεῖται καλὸν κἀγαθὸν εἶναι, οὐκοῦν, ἔφη, ἐασάτω με καὶ δοκεῖν καὶ εἶναι τοιοῦτον.
50.10 αἰτοῦντος δὲ Ἀλεξάνδρου τριήρεις, καὶ τοῦ δήμου κελεύοντος ὀνομαστὶ παριέναι τὸν Φωκίωνα καὶ συμβουλεύειν, ἀναστὰς ἔφη, συμβουλεύω τοίνυν ὑμῖν ἢ κρατεῖν τοῖς ὅπλοις αὐτοὺς ἢ φίλους εἶναι τῶν κρατούντων.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi