Thesauros Edebiyat biography Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν Plutarch
48.1 Ἡγησίππου τοῦ Κρωβύλου προσαγορευομένου παροξύνοντος τοὺς Ἀθηναίους ἐπὶ Φίλιππον, ὑπεφώνησέ τις ἐκ τῆς ἐκκλησίας, πόλεμον εἰσηγῇ; ναὶ μὰ Δία, εἶπε, καὶ μέλανα ἱμάτια καὶ δημοσίας ἐκφορὰς καὶ λόγους ἐπιταφίους, εἰ μέλλομεν ἐλεύθεροι βιώσεσθαι καὶ μὴ ποιήσειν τὸ προσταττόμενον Μακεδόσι.

Πυθέου

49.1 Πυθέας ἔτι μειράκιον ὢν παρῆλθεν ἀντερῶν τοῖς περὶ Ἀλεξάνδρου γραφομένοις ψηφίσμασιν· εἰπόντος δέ τινος, σὺ νέος ὢν τολμᾷς λέγειν περὶ τηλικούτων; καὶ μὴν Ἀλέξανδρος, εἶπεν, ὃν ψηφίζεσθε θεόν, ἐμοῦ νεώτερός ἐστι.

Φωκίωνος τοῦ Ἀθηναίου

50.1 Φωκίων ὁ Ἀθηναῖος ὑπʼ οὐδενὸς οὔτε γελῶν ὤφθη οὔτε δακρύων.
50.2 ἐκκλησίας δὲ γενομένης πρὸς τὸν εἰπόντα, σκεπτομένῳ, ὦ Φωκίων, ἔοικας, ὀρθῶς, ἔφη, τοπάζεις· σκέπτομαι γάρ εἴ τι δύναμαι περιελεῖν ὧν μέλλω λέγειν πρὸς Ἀθηναίους.
50.3 μαντείας δὲ γενομένης Ἀθηναίοις, ὡς εἷς ἀνὴρ ἔστιν ἐν τῇ πόλει ταῖς πάντων ἐναντιούμενος γνώμαις, καὶ τῶν Ἀθηναίων ζητεῖν κελευόντων ὅστις ἐστὶ καὶ βοώντων, Φωκίων ἑαυτὸν ἔφησε τοῦτον εἶναι· μόνῳ γὰρ αὐτῷ μηδὲν ἀρέσκειν ὧν οἱ πολλοὶ πράττουσι καὶ λέγουσιν.
50.4 ἐπεὶ δὲ λέγων ποτὲ γνώμην πρὸς τὸν δῆμον εὐδοκίμει καὶ πάντας ὁμαλῶς ἑώρα τὸν λόγον ἀποδεχομένους, ἐπιστραφεὶς πρὸς τοὺς φίλους εἶπεν, οὐ δήπου κακόν τι λέγων ἐμαυτὸν λέληθα;
50.5 πρὸς δὲ θυσίαν τινὰ τῶν Ἀθηναίων αἰτούντων ἐπιδόσεις καὶ τῶν ἄλλων ἐπιδιδόντων, κληθεὶς πολλάκις, αἰσχυνοίμην ἄν, εἶπεν, ὑμῖν ἐπιδιδούς, τούτῳ δὲ μὴ ἀποδιδούς, ἅμα δεικνύων τὸν δανειστήν.
50.6 Δημοσθένους δὲ τοῦ ῥήτορος εἰπόντος, ἀποκτενοῦσὶ σε Ἀθηναῖοι, ἐὰν μανῶσι, ναί, εἶπεν, ἐμὲ μὲν ἂν μανῶσι, σὲ δὲ ἂν σωφρονῶσι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi