31.1
Ἀντίγονος ὁ δεύτερος, Δημητρίου τοῦ πατρὸς ἁλόντος καὶ πέμψαντός τινα τῶν φίλων καὶ κελεύοντος μὴ προσέχειν, ἄν τι γράφῃ βιασθεὶς ὑπὸ Σελεύκου, μηδὲ παραχωρεῖν τῶν πόλεων, αὐτὸς ἔγραψε πρὸς Σέλευκον ἐξιστάμενος αὐτῷ τῆς ἀρχῆς ἁπάσης καὶ παραδιδοὺς ὅμηρον ἑαυτὸν ἐπὶ τῷ τὸν πατέρα Δημήτριον ἀπολυθῆναι.
31.2
μέλλων δὲ ναυμαχεῖν πρὸς τοὺς Πτολεμαίου στρατηγούς, εἰπόντος τοῦ κυβερνήτου πολὺ πλείονας εἶναι τὰς τῶν πολεμίων ναῦς, ἐμὲ δέ, ἔφη, αὐτὸν παρόντα πρὸς πόσας ἀντιτάττεις;
31.3
ὑποχωρῶν δέ ποτε τοῖς πολεμίοις ἐπερχομένοις οὐκ ἔφη φεύγειν, ἀλλὰ διώκειν τὸ συμφέρον ὀπίσω κείμενον.
31.4
ἐπεὶ δὲ νεανίσκος ἀνδρείου πατρός, αὐτὸς δὲ μὴ πάνυ δοκῶν ἀγαθὸς εἶναι στρατιώτης ἠξίου τὰς τοῦ πατρὸς λαμβάνειν ἀποφοράς, ἀλλʼ ἐγώ, εἶπεν, ὦ μειράκιον, ἀνδραγαθίας οὐ πατραγαθίας μισθοὺς καὶ δωρεὰς δίδωμι.
31.5
Ζήνωνος δὲ τοῦ Κιτιέως ἀποθανόντος, ὃν μάλιστα τῶν φιλοσόφων ἐθαύμασεν, ἔλεγε τὸ θέατρον αὐτοῦ τῶν πράξεων ἀνῃρῆσθαι.
Λυσιμάχου
32.1
Λυσίμαχος ἐν Θρᾴκῃ κρατηθεὶς ὑπὸ Δρομιχαίτου καὶ διὰ δίψαν ἑαυτὸν καὶ τὸ στράτευμα παραδούς, ὡς ἔπιεν αἰχμάλωτος γενόμενος, ὦ θεοί, εἶπεν, ὡς μικρᾶς ἡδονῆς ἕνεκα δοῦλον ἐμαυτὸν ἐκ βασιλέως ʼπεποίηκα.
32.2
πρὸς δὲ Φιλιππίδην τὸν κωμῳδιοποιὸν κωμῳδιοποιὸν, the preferred form, Bernardakis: κωμῳδοποιὸν. φίλον ὄντα καὶ συνήθη, τίνος σοι, εἶπε, τῶν ἐμῶν μεταδῶ; κἀκεῖνος, οὗ βούλει, πλὴν τῶν ἀπορρήτων.
Ἀντιπάτρου
33.1
Ἀντίπατρος ἀκούσας τὴν Παρμενίωνος ὑπὸ Ἀλεξάνδρου τελευτήν, εἰ μὲν ἐπεβούλευσεν Ἀλεξάνδρῳ Παρμενίων, εἶπε, τίνι πιστευτέον; εἰ δὲ μή, τί πρακτέον;