Thesauros Edebiyat biography Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν Plutarch
32.2 πρὸς δὲ Φιλιππίδην τὸν κωμῳδιοποιὸν κωμῳδιοποιὸν*: κωμῳδοποιὸν φίλον ὄντα καὶ συνήθη τίνος σοι εἶπε τῶν ἐμῶν μεταδῶ; κἀκεῖνος οὗ βούλει πλὴν τῶν ἀπορρήτων.

Ἀντιπάτρου

33.1 Ἀντίπατρος ἀκούσας τὴν Παρμενίωνος ὑπὸ Ἀλεξάνδρου τελευτὴν εἰ μὲν ἐπεβούλευσεν Ἀλεξάνδρῳ Παρμενίων εἶπε τίνι πιστευτέον; εἰ δὲ μή, τί πρακτέον;
33.2 Δημάδου δὲ τοῦ ῥήτορος ἤδη πρεσβύτου γεγονότος, ἔφη καθάπερ ἱερείου διαπεπραγμένου καταλείπεσθαι μόνην τὴν γαστέρα καὶ τὴν γλῶτταν.

Ἀντιόχου τοῦ τρίτου

34.1 Ἀντίοχος ὁ τρίτος ἔγραψε ταῖς πόλεσιν ἄν τι γράψῃ παρὰ τοὺς νόμους κελεύων γενέσθαι, μὴ προσέχειν ὡς ἠγνοηκότι,
34.2 τὴν δὲ τῆς Ἀρτέμιδος ἱέρειαν ἰδὼν ὑπερβολῇ καλὴν φανεῖσαν εὐθὺς ἀνέζευξεν ἐξ Ἐφέσου, φοβούμενος μὴ παρὰ γνώμην ἐκβιασθῇ πρᾶξαί τι τῶν οὐχ ὁσίων.

Ἀντιόχου τοῦ Ἱέρακος

35.1 Ἀντίοχος ὁ ἐπικληθεὶς Ἱέραξ ἐπολέμει περὶ τῆς βασιλείας πρὸς τὸν ἀδελφὸν Σέλευκον· ἐπεὶ δὲ ὁ Σέλευκος ἡττηθεὶς ὑπὸ Γαλατῶν οὐδαμοῦ φανερὸς ἦν ἀλλʼ ἐδόκει κατακεκόφθαι, θεὶς τὴν πορφύραν ὁ Ἀντίοχος φαιὸν ἱμάτιον ἀνέλαβε. μετʼ ὀλίγον δὲ πυθόμενος τὸν ἀδελφὸν σῴζεσθαι, εὐαγγέλια τοῖς θεοῖς ἔθυσε καὶ τὰς πόλεις τὰς ὑφʼ ἑαυτοῦ στεφανηφορεῖν ἐποίησεν.

Εὐμένους

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi