Thesauros Edebiyat biography Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν Plutarch
26.23 τῶν δὲ Ἀντιπάτρου φίλων τινὰ κατατάξας εἰς τοὺς δικαστάς, εἶτα τὸν πώγωνα βαπτόμενον αἰσθανόμενος καὶ τὴν κεφαλήν, ἀνέστησεν εἰπὼν τὸν ἄπιστον ἐν θριξὶ μὴ νομίζειν ἀξιόπιστον ἐν πράγμασι.
26.24 Μαχαίτᾳ δέ τινα κρίνων δίκην καὶ ὑπονυστάζων οὐ πάνυ προσεῖχε τοῖς δικαίοις ἀλλὰ κατέκρινεν· ἐκείνου δὲ ἀναβοήσαντος ἐκκαλεῖσθαι τὴν κρίσιν, διοργισθεὶς ἐπὶ τίνα; εἶπε· καὶ ὁ Μαχαίτας ἐπὶ σὲ βασιλεῦ αὐτόν, ἂν ἐγρηγορὼς καὶ προσέχων ἀκούῃς. τότε μὲν οὖν ἀνέστη· γενόμενος δὲ μᾶλλον ἐφʼ ἑαυτῷ καὶ γνοὺς ἀδικούμενον τὸν Μαχαίταν τὴν μὲν κρίσιν οὐκ ἔλυσε, τὸ δὲ τίμημα τῆς δίκης αὐτὸς ἐξέτισεν.
26.25 ἐπεὶ δὲ Ἅρπαλος ὑπὲρ συγγενοῦς καὶ οἰκείου Κράτητος ἀδικημάτων δίκην ἔχοντος ἠξίου τὴν ζημίαν εἰσενεγκεῖν ἀφεθῆναι δὲ τῆς κρίσεως, ἵνα μὴ λοιδορηθῇ, βέλτιόν ἐστιν εἶπε τοῦτον αὐτὸν ἢ ἡμᾶς διὰ τοῦτον κακῶς ἀκούειν.
26.26 ἀγανακτούντων δὲ τῶν φίλων, ὅτι συρίττουσιν αὐτὸν ἐν Ὀλυμπίοις εὖ πεπονθότες οἱ Πελοποννήσιοι, τί οὖν εἶπεν ἐὰν κακῶς πάθωσι;
26.27 κοιμηθεὶς δὲ πλείονα χρόνον ἐπὶ στρατείας εἶτα διαναστὰς ἀσφαλῶς εἶπεν ἐκάθευδον· Ἀντίπατρος γὰρ ἐγρηγόρει,
26.28 πάλιν δὲ ἡμέρας καθεύδοντος αὐτοῦ καὶ τῶν ἠθροισμένων ἐπὶ θύραις Ἑλλήνων ἀγανακτούντων καὶ ἐγκαλούντων, ὁ Παρμενίων μὴ θαυμάσητε εἶπεν εἰ καθεύδει νῦν Φίλιππος· ὅτε γὰρ ἐκαθεύδετε ὑμεῖς, οὗτος ἐγρηγόρει.
26.29 ψάλτην δέ τινα βουλομένου παρὰ δεῖπνον ἐπανορθοῦν αὐτοῦ καὶ λαλεῖν περὶ κρουμάτων, ὁ ψάλτης μὴ γένοιτό σοι εἶπεν ὦ βασιλεῦ κακῶς οὕτως, ἵνα ταῦτα ἐμοῦ βέλτιον εἰδῇς.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi