Thesauros Edebiyat biography Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν Plutarch
21.13 ἀκούσας δέ τινα τῶν πολιτῶν χρυσίον ἔχειν οἴκοι κατορωρυγμένον ἐκέλευσεν ἐνεγκεῖν πρὸς αὐτὸν ἐπεὶ δὲ παρακλέψας ὀλίγον ὁ ἄνθρωπος καὶ μεταστὰς εἰς ἑτέραν πόλιν ἐωνήσατο χωρίον, μεταπεμψάμενος αὐτὸν ἐκέλευσε πᾶν ἀπολαβεῖν, ἠργμένον χρῆσθαι τῷ πλούτῳ καὶ μηκέτι ποιοῦντα τὸ χρήσιμον ἄχρηστον.

Διονυσίου τοῦ νεωτέρου

22.1 ὁ δὲ νεώτερος Διονύσιος ἔλεγε πολλοὺς τρέφειν σοφιστάς, οὐ θαυμάζων ἐκείνους ἀλλὰ διʼ ἐκείνων θαυμάζεσθαι βουλόμενος.
22.2 Πολυξένου δὲ τοῦ διαλεκτικοῦ φήσαντος αὐτὸν ἐξελέγχειν, ἀμέλει τοῖς λόγοις, εἶπεν, ἐγὼ δέ σε τοῖς ἔργοις ἐλέγχω· τὰ γὰρ σεαυτοῦ καταλιπὼν ἐμὲ καὶ τὰ ἐμὰ θεραπεύεις.
22.3 ἐκπεσὼν δὲ τῆς ἀρχῆς, πρὸς μὲν τὸν εἰπόντα, τί σε Πλάτων καὶ φιλοσοφία ὠφέλησε; τὸ τηλικαύτην, ἔφη, τύχης μεταβολὴν ῥᾳδίως ὑπομένειν.
22.4 ἐρωτηθεὶς δὲ πῶς ὁ μὲν πατήρ αὐτοῦ πένης ὢν καὶ ἰδιώτης ἐκτήσατο τὴν Συρακουσίων ἀρχήν, αὐτὸς δὲ ἔχων καὶ τυράννου παῖς ὢν πῶς ἀπέβαλεν· ὁ μὲν πατήρ, ἔφη, μισουμένης δημοκρατίας ἐνέπεσε ἐνέπεσε] ἐπέστη some mss. τοῖς πράγμασιν, ἐγὼ δὲ φθονουμένης τυραννίδος.
22.5 ὑπὸ ἄλλου δὲ τὸ αὐτὸ τοῦτο ἐρωτηθείς, ὁ πατήρ, ἔφη, μοι τὴν τυραννίδα τὴν ἑαυτοῦ κατέλιπεν, οὐ τὴν τύχην.

Ἀγαθοκλέους

23.1 Ἀγαθοκλῆς υἱὸς ἦν κεραμέως· γενόμενος δὲ κύριος Σικελίας καὶ βασιλεὺς ἀναγορευθεὶς εἰώθει κεραμεᾶ ποτήρια τιθέναι παρὰ τὰ χρυσᾶ, καὶ τοῖς νέοις ἐπιδεικνύμενος λέγειν ὅτι τοιαῦτα ποιῶν πρότερον νῦν τοιαῦτα ποιεῖ διὰ τὴν ἐπιμέλειαν καὶ τὴν ἀνδρείαν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi