Thesauros Edebiyat biography Πραμυθητικὸς πρὸς Ἀπολλώνιον

Πραμυθητικὸς πρὸς Ἀπολλώνιον

Πραμυθητικὸς πρὸς Ἀπολλώνιον Plutarch
8 ἀπηρτημένως δὲ τούτοις ὁ κωμικὸς ὁ κωμικός] Meinek. IV p. 23 ἐπὶ τῶν δυσπαθούντων ἐπὶ ταῖς τοιαύταις συμφοραῖς ταυτὶ λέγει εἰ τὰ δάκρυʼ ἡμῖν τῶν κακῶν ἦν φάρμακον, ἀεὶ ἀεὶ Stobaeus Flor. CVIII 1: αἰεὶ θʼ ὁ κλαύσας τοῦ πονεῖν ἐπαύετο, ἠλλαττόμεσθʼ ἂν δάκρυα, δόντες χρυσίον. νῦν δʼ οὐ προσέχει τὰ πράγματʼ οὐδʼ ἀποβλέπει εἰς ταῦτα, δέσποτʼ, ἀλλὰ τὴν αὐτὴν ὁδόν, ἐάν τε κλάῃς ἄν τε μή, πορεύεται. τί οὖν ποιεῖς πλέον; ποιεῖς πλέον Meinekius: πλέον ποιοῦμεν οὐδέν· ἡ λύπη δʼ ἔχει ὥσπερ τὰ δένδρα τοῦτο καρπὸν τὸ δάκρυον. τὸ δάκρυον Stobaeus: τὰ δάκρυα ὁ δὲ παραμυθούμενος τὴν Δανάην δυσπενθοῦσαν Δίκτυς φησὶ δοκεῖς τὸν ᾍδην σῶν τι φροντίζειν γόων Nauck. p. 366 καὶ παῖδʼ ἀνήσειν τὸν σόν, εἰ θέλοις στένειν; παῦσαι· βλέπουσα δʼ εἰς τὰ τῶν πέλας κακὰ ῥᾴων γένοιʼ ἄν, εἰ λογίζεσθαι θέλοις ὅσοι τε δεσμοῖς ἐμμεμόχλευνται ἐμμεμόχλευνται Bentleius: ἐκμεμόχθηνται βροτῶν, ὅσοι τε γηράσκουσιν ὀρφανοί τέκνων, τοὺς τʼ ἐκ μέγιστον μέγιστον Elmsleius: μεγίστης ὀλβίας τυραννίδος τὸ μηδὲν ὄντας, ταῦτά σε σκοπεῖν χρεών. κελεύει γὰρ αὐτὴν ἐνθυμεῖσθαι τὰ τῶν ἴσα καὶ μείζω δυστυχούντων, ὡς ἐσομένην ἐλαφροτέραν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi