Thesauros Edebiyat biography Ὄθων

Ὄθων

Ὄθων Plutarch
3.7 τότε μὲν οὖν ὀρθὸς ἀπὸ τῆς κλίνης πολλὰ παρηγορήσας καί δεηθεὶς καί μηδὲ δακρύων φεισάμενος μόλις ἀπέπεμψεν αὐτούς· τῇ δʼ ὑστεραίᾳ δωρησάμενος ἅπαντας κατʼ ἄνδρα χιλίαις καί διακοσίαις καί πεντήκοντα δραχμαῖς εἰσῆλθεν εἰς τὸ στρατόπεδον,
3.8 καί τὸ μὲν πλῆθος ἐπῄνεσεν, ὡς πρὸς αὐτὸν εὔνουν καί πρόθυμον, ὀλίγους δέ τινας οὐκ ἐπʼ ἀγαθῷ φήσας ὑποικουρεῖν, διαβάλλοντας αὐτοῦ τὴν μετριότητα καί τὴν ἐκείνων εὐστάθειαν, ἠξίου συναγανακτεῖν καί συγκολάζειν. ἐπαινούντων δὲ πάντων καί κελευόντων, δύο μόνους παραλαβών, οἷς οὐδεὶς ἔμελλεν ἄχθεσθαι κολασθεῖσιν, ἀπηλλάγη.
4.1 ταῦτα οἱ μὲν ἀγαπῶντες ἤδη καὶ πιστεύοντες ἐθαύμαζον τὴν μεταβολήν, οἱ δʼ ἀναγκαῖα πολιτεύματα πρὸς τὸν καιρὸν ἡγοῦντο, δημαγωγοῦντος αὐτοῦ διὰ τὸν πόλεμον. ἤδη γὰρ ἠγγέλλετο βεβαίως Οὐϊτέλλιος ἀξίωμα καὶ δύναμιν αὐτοκράτορος ἀνειληφώς· καὶ πτεροφόροι συνεχῶς ἐφοίτων ἀεί τι προσχωρεῖν ἐκείνῳ φράζοντες, ἕτεροι δὲ τὰ Παννονικὰ καὶ τὰ Δαλματικὰ καὶ τὰ περὶ Μυσίαν στρατεύματα δηλοῦντες ᾑρῆσθαι μετὰ τῶν ἡγεμόνων Ὄθωνα.
4.2 ταχὺ δὲ ἀφίκετο καὶ παρὰ Μουκιανοῦ γράμματα καὶ παρὰ Οὐεσπεσιανοῦ φίλια, τοῦ μὲν ἐν Συρίᾳ, τοῦ δὲ ἐν Ἰουδαίᾳμεγάλας δυνάμεις ἐχόντων, ὑφʼ ὧν ἐπαιρόμενος ἔγραψεν Οὐϊτελλίῳ παραινῶν στρατιωτικὰ φρονεῖν, ὡς χρήματα πολλὰ δώσοντος αὐτοῦ καὶ πόλιν, ἐν ᾗ βιώσεται ῥᾷστον καὶ ἥδιστον βίον μεθʼ ἡσυχίας.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi