Thesauros Edebiyat biography Γάλβας

Γάλβας

Γάλβας Plutarch
2.3 τοῦτο γὰρ εὐθὺς μὲν ἀπώλεσε Νέρωνα, μετʼ ὀλίγον δὲ Γάλβαν τὸν μὲν γὰρ ὡς ληψόμενοι προήκαντο, τὸν δὲ μὴ λαμβάνοντες ἀπέκτειναν. εἶτα τὸν τοσοῦτον δώσοντα ζητοῦντες ἔφθησαν ἐν ταῖς ἀποστάσεσι καὶ προδοσίαις ἀναλώσαντες αὑτοὺς ἢ τυχόντες ὧν ἤλπισαν. τὰ μὲν οὖν καθʼ ἕκαστα τῶν γενομένων ἀπαγγέλλειν ἀκριβῶς τῆς πραγματικῆς ἱστορίας ἐστίν, ὅσα δὲ ἄξια λόγου τοῖς τῶν Καισάρων ἔργοις καὶ πάθεσι συμπέπτωκεν, οὐδὲ ἐμοὶ προσήκει παρελθεῖν.
3.1 Γάλβας Σουλπίκιος ὅτι μὲν ἰδιώτης πλουσιώτατος ἁπάντων εἰς τὸν Καισάρων παρῆλθεν οἶκον, ὁμολογεῖται μέγα δὲ ἔχων εὐγενείας ἀξίωμα τὸν Σερουΐων οἶκον, αὐτὸς ἐφρόνει μεῖζον ἐπὶ τῇ Κάτλου συγγενείᾳ, πρωτεύσαντος ἀνδρὸς ἀρετῇ καὶ δόξῃ τῶν καθʼ ἑαυτόν, εἰ καὶ τὸ δύνασθαι μᾶλλον ἑκὼν ἑτέροις παρῆκεν.
3.2 ἦν δέ τι καὶ Λιβίᾳ τῇ Καίσαρος γυναικὶ κατὰ γένος προσήκων ὁ Γάλβας, καὶ διὰ τοῦτο Λιβίας παρασχούσης ὕπατος ἐκ Παλατίου προῆλθε. λέγεται δὲ καὶ στρατεύματος ἐν Γερμανίᾳ καλῶς ἄρξαι καὶ Λιβύης ἀνθύπατος γενόμενος σὺν ὀλίγοις ἐπαινεθῆναι. τὸ δὲ εὔκολον αὐτοῦ τῆς διαίτης καὶ φειδωλὸν ἐν δαπάναις καὶ ἀπέριττον αἰτίαν ἔσχεν αὐτοκράτορος γενομένου μικρολογίας, ἣν ἕωλόν τινα δόξαν εὐταξίας ἔφερε καὶ σωφροσύνης.
3.3 ἐπέμφθη δὲ ὑπὸ Νέρωνος Ἰβηρίας ἄρχων, οὔπω δεδιδαγμένου φοβεῖσθαι τοὺς ἐν ἀξιώμασι μεγάλους μεγάλους Coraës and Bekker have μεγάλοις, after Reiske. τῶν πολιτῶν. ἐκείνῳ δὲ καὶ φύσει δοκοῦντι πρᾴῳ γεγονέναι προσετίθει πίστιν εὐλαβείας τὸ γῆρας.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi