Thesauros Edebiyat biography Γάλβας

Γάλβας

Γάλβας Plutarch
1.5 καίτοι Διονύσιος Φεραῖον ἄρξαντα Θετταλῶν δέκα μῆνας, εἶτα εὐθὺς ἀναιρεθέντα, τὸν τραγικὸν ἀνεκάλει τύραννον, ἐπισκώπτων τὸ τάχος τῆς μεταβολῆς, ἡ δὲ τῶν Καισάρων ἑστία, τὸ Παλάτιον, ἐν ἐλάσσονι χρόνῳ τέσσαρας αὐτοκράτορας ὑπεδέξατο, τὸν μὲν εἰσαγόντων ὥσπερ διὰ σκηνῆς, τὸν δʼ ἐξαγόντων. ἀλλʼ ἦν γε παραμυθία τοῖς κακῶς πάσχουσι μία τὸ μὴ δεηθῆναι δίκης ἑτέρας ἐπὶ τοὺς αἰτίους, ἀλλʼ ὁρᾶν αὐτοὺς ὑφʼ ἑαυτῶν φονευομένους, πρῶτον δε καὶ δικαιότατα πάντων τὸν δελεάσαντα καὶ διδάξαντα τοσοῦτον ἐλπίζειν ἐπὶ μεταβολῇ Καίσαρος ὅσον αὐτὸς ὑπέσχετο, κάλλιστον ἔργον διαβαλὼν τῷ μισθῷ, τὴν ἀπὸ Νέρωνος ἀποστασίαν προδοσίαν γενομένην.
2.1 Νυμφίδιος γὰρ Σαβῖνος ὢν ἔπαρχος, ὥσπερ εἴρηται, μετὰ Τιγελλίνου τῆς αὐλῆς, ἐπεὶ τὰ Νέρωνος ἀπέγνωστο παντάπασι καὶ δῆλος ἦν ἀποδρασόμενος εἰς Αἴγυπτον, ἔπεισε τὸ στρατιωτικόν, ὡς μηκέτι παρόντος, ἀλλʼ ἤδη πεφευγότος, αὐτοκράτορα Γάλβαν ἀναγορεῦσαι,
2.2 καὶ δωρεὰν ὑπέσχετο κατʼ ἄνδρα τοῖς αὐλικοῖς καὶ στρατηγικοῖς προσαγορευομένοις δραχμὰς ἑπτακισχιλίας πεντακοσίας, τοῖς δὲ ἐκτὸς στρατευομένοις πεντήκοντα καὶ διακοσίας ἐπὶ χιλίαις, ὅσον ἀμήχανον ἦν συναγαγεῖν μὴ πλείονα μυριάκις κακὰ παρασχόντα πᾶσιν ἀνθρώποις ὧν Νέρων παρέσχε.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi