Thesauros Edebiyat biography Ἀρταξέρξης

Ἀρταξέρξης

Ἀρταξέρξης Plutarch
29.3 ὡς δὲ εἶδεν ἐσπασμένους τὰ ἐγχειρίδια καὶ προσφερομένους, ταχὺ τὴν αὐλαίαν ὑπολαβὼν ἀνεχώρησεν εἰς τὸ ἐντὸς οἴκημα καὶ τὰς θύρας ἐπήρραξε κράζων. ὀφθέντες οὖν οἱ σφαγεῖς ὑπʼ αὐτοῦ, πράξαντες δὲ μηθέν, ἀπεχώρουν φυγῇ διὰ θυρῶν, καὶ τοὺς περὶ τὸν Τηρίβαζον ἐκέλευον ἀποχωρεῖν ὡς φανεροὺς γεγονότας.
29.4 οἱ μὲν οὖν ἄλλοι διαλυθέντες ἔφυγον ὁ δὲ Τηρίβαζος συλλαμβανόμενος πολλοὺς ἀπέκτεινε τῶν βασιλέως δορυφόρων καὶ μόγις ἀκοντίῳ πληγεὶς πόρρωθεν ἔπεσε, τῷ δὲ Δαρείῳ μετὰ τῶν τέκνων ἀναχθέντι καθίσας τοὺς βασιλείους δικαστάς, οὐ παρὼν αὐτός, ἀλλʼ ἑτέρων κατηγορησάντων, ἐκέλευσεν ὑπηρέτας τὴν ἑκάστου γραψαμένους ἀπόφασιν ὡς αὐτὸν ἐπανενεγκεῖν.
29.5 ἀποφηναμένων δὲ πάντων ὁμοίως καὶ καταγνόντων τοῦ Δαρείου θάνατον, οἱ μὲν ὑπηρέται συλλαβόντες αὐτὸν εἰς οἴκημα πλησίον ἀπήγαγον, ὁ δὲ δήμιος κληθεὶς ἧκε μὲν ξυρὸν ἔχων, ᾧ τὰς κεφαλὰς ἀποτέμνουσι τῶν κολαζομένων, ἰδὼν δὲ τὸν Δαρεῖον ἐξεπλάγη καὶ ἀνεχώρει πρὸς τὰς θύρας ἀποβλέπων, ὡς; οὐ δυνησόμενος οὐδὲ τολμήσων αὐτόχειρ γενέσθαι βασιλέως.
29.6 ἔξωθεν δὲ τῶν δικαστῶν ἀπειλούντων καὶ διακελευομένων ἀναστρέψας καὶ τῇ ἑτέρᾳ χειρὶ δραξάμενος τῆς κόμης αὐτοῦ καὶ καταγαγών ἀπέτεμε τῷ ξυρῷ τὸν τράχηλον. ἔνιοι δέ φασι τὴν κρίσιν γενέσθαι βασιλέως αὐτοῦ παρόντος, τὸν δὲ Δαρεῖον, ὡς κατελαμβάνετο τοῖς ἐλέγχοις, ἐπὶ στόμα πεσόντα δεῖσθαι καὶ ἱκετεύειν·

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi