24.5
ἐπεὶ δὲ ἧκεν ὁ Τηρίβαζος, ἧκε δὲ καὶ ὁ υἱὸς αὐτοῦ τοὺς Καδουσίους ἄγοντες, ἐγένοντο δὲ σπονδαὶ πρὸς ἀμφοτέρους καὶ εἰρήνη, μέγας ὢν ὁ Τηρίβαζος ἤδη καὶ λαμπρὸς ἀνεζεύγνυε μετὰ τοῦ βασιλέως, ἐπιδεικνυμένου πᾶσαν τήν δειλίαν καὶ τήν μαλακίαν οὐ τρυφῆς καὶ πολυτελείας, ὥσπερ οἱ πολλοὶ νομίζουσιν, ἔκγονον οὖσαν, ἀλλὰ μοχθηρᾶς φύσεως καὶ ἀγεννοῦς καὶ δόξαις πονηραῖς ἑπομένης.
24.6
οὔτε γὰρ χρυσὸς οὔτε κάνδυς οὔτε ὁ τῶν μυρίων καὶ δισχιλίων ταλάντων περικείμενος ἀεὶ τῷ βασιλέως σώματι κόσμος ἐκεῖνον ἀπεκώλυε πονεῖν καὶ ταλαιπωρεῖν, ὥσπερ οἱ τυχόντες, ἀλλὰ τήν τε φαρέτραν ἐνημμένος καὶ τήν πέλτην φέρων αὐτὸς ἐβάδιζε πρῶτος ὁδοὺς ὀρεινὰς καὶ προσάντεις, ἀπολιπὼν τὸν ἵππον, ὥστε τοὺς ἄλλους πτεροῦσθαι καὶ συνεπικουφίζεσθαι τήν ἐκείνου προθυμίαν καὶ ῥώμην ὁρῶντας· καὶ γὰρ διακοσίων καὶ πλειόνων σταδίων κατήνυεν ἡμέρας ἑκάστης πορείαν.
25.1
ἐπεὶ δὲ εἰς σταθμὸν κατέβη βασιλικόν παραδείσους ἔχοντα θαυμαστοὺς καὶ κεκοσμημένους διαπρεπῶς ἐν τῷ πέριξ ἀδένδρῳ καὶ ψιλῷ χωρίῳ, κρύους ὄντος, ἐπέτρεψε τοῖς στρατιώταις ἐκ τοῦ παραδείσου ξυλίζεσθαι τὰ δένδρα κόπτοντας, μήτε πεύκης μήτε κυπαρίττου φειδομένους.
25.2
ὀκνούντων δὲ καὶ φειδομένων διὰ τὰ κάλλη καὶ τὰ μεγέθη, λαβὼν πέλεκυν αὐτὸς ὅπερ ἦν μέγιστον καὶ κάλλιστον τῶν φυτῶν ἔκοψεν. ἐκ δὲ τούτου ξυλιζόμενοι καὶ πολλὰ πυρὰ ποιοῦντες εὐμαρῶς ἐνυκτέρευσαν. οὐ μὴν ἀλλὰ πολλοὺς καὶ ἀγαθοὺς ἀποβαλὼν ἄνδρας, ἵππους δὲ ὁμοῦ τι πάντας ἐπανῆλθε.