Thesauros Edebiyat biography Ἀρταξέρξης

Ἀρταξέρξης

Ἀρταξέρξης Plutarch
15.3 καὶ ὁ Σπαραμίζης ἐπιμειδιάσας, φθόνος μὲν οὐδεὶς, ὦ Μιθριδάτα, εἶπεν ἐπεὶ δέ φασιν Ἕλληνες οἶνον καὶ ἀλήθειαν εἶναι, τί λαμπρὸν, ὦ τᾶν, ἢ μέγα, πῖλον εὑρεῖν ἵππου περιρρυέντα καὶ τοῦτον ἀνενεγκεῖν ; ταῦτα δὲ οὐκ ἀγνοῶν τὸ ἀληθὲς ἔλεγεν, ἀλλὰ βουλόμενος ἐκκαλύψαι πρὸς τοὺς παρόντας ὑπεκίνει τὴν κουφότητα τοῦ ἀνθρώπου λάλου καὶ ἀκρατοῦς γεγονότος διὰ τὸν οἶνον.
15.4 εἶπεν οὖν μὴ κατασχών ὑμεῖς μὲν, ὅ τι βούλεσθε, πίλους λέγετε καὶ φλυάρους· ἐγὼ δὲ ὑμῖν λέγω διαρρήδην ὑπὸ ταύτης ἀνῃρῆσθαι Κῦρον τῆς χειρός, οὐ γὰρ ὡς Ἀρταγέρσης ἠκόντισα κενὸν καὶ μάταιον, ἀλλὰ τοῦ μὲν ὀφθαλμοῦ μικρὸν ἥμαρτον, τὸν δὲ κροτάφου τυχὼν καὶ διελάσας κατέβαλον τὸν ἄνδρα καὶ τέθνηκεν ὑπʼ ἐκείνου τοῦ τραύματος·
15.5 οἱ μὲν οὖν ἄλλοι τὸ τέλος ἤδη τοῦ Μιθριδάτου καὶ τὴν κακοδαιμονίαν ὁρῶντες εἰς τὴν γῆν ἔκυψαν ὁ δʼ ἑστιῶν αὐτούς, ὦ τᾶν, ἔφη, Μιθριδάτα, πίνωμεν ἐν τῷ παρόντι καὶ ἐσθίωμεν τὸν βασιλέως δαίμονα προσκυνοῦντες, λόγους δὲ μείζους ἢ καθʼ ἡμᾶς ἐάσωμεν.
16.1 ἐκ τούτου τῇ μὲν Παρυσάτιδι φράζει τὸν λόγον ὁ εὐνοῦχος, ἐκείνη δὲ βασιλεῖ βασιλεὺς δὲ ἠγανάκτησεν ὥσπερ ἐξελεγχόμενος καὶ τὸ κάλλιστον καὶ ἥδιστον ἀπολλύων τῆς νίκης, ἐβούλετο γὰρ βαρβάρους ἅπαντας πεπεῖσθαι καὶ Ἕλληνας ὡς ἐν ταῖς ἐξελάσεσι καὶ συμπλοκαῖς δοὺς καὶ λαβὼν πληγήν ἐτρώθη μὲν αὐτός, ἔκτεινε δὲ ἐκεῖνον, ἐκέλευσεν οὖν τὸν Μιθριδάτην ἀποθανεῖν σκαφευθέντα.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi