Thesauros Edebiyat biography Ἄρατος

Ἄρατος

Ἄρατος Plutarch
39.4 εἶτʼ εὐθὺς Ἀργεῖοι προσεχώρησαν αὐτῷ καὶ Φλιάσιοι φρουρὰν ἐδέξαντο· καὶ ὅλως οὐδὲν ἔτι τῶν ἐπικτήτων βέβαιον ἦν τοῖς Ἀχαιοῖς, ἀλλὰ θόρυβος πολὺς ἄφνω περιειστήκει τὸν Ἄρατον, ὁρῶντα τὴν Πελοπόννησον κραδαινομένην καὶ τὰς πόλεις ἐξανισταμένας ὑπὸ τῶν νεωτεριζόντων πανταχόθεν.
40.1 Ἠτρέμει γὰρ οὐδὲν οὐδὲ ἔστεργεν ἐπὶ τοῖς παροῦσιν, ἀλλὰ καὶ Σικυωνίων αὐτῶν καὶ Κορινθίων ἐγένοντο πολλοὶ καταφανεῖς διειλεγμένοι τῷ Κλεομένει καὶ πάλαι πρὸς τὸ κοινὸν ἰδίων ἐπιθυμίᾳ, δυναστειῶν ὑπούλως ἔχοντες.
40.2 ἐπὶ τούτους ἐξουσίαν ἀνυπεύθυνον ὁ Ἄρατος λαβών τοὺς μὲν ἐν Σικυῶνι διεφθαρμένους ἀπέκτεινε, τοὺς δὲ ἐν Κορίνθῳ πειρώμενος ἀναζητεῖν καὶ κολάζειν ἐξηγρίαινε τὸ πλῆθος ἤδη νοσοῦν καὶ βαρυνόμενον τὴν ὑπὸ τοῖς Ἀχαιοῖς πολιτείαν. συνδραμόντες οὖν εἰς τὸ τοῦ Ἀπόλλωνος ἱερόν μετεπέμποντο τὸν Ἄρατον, ἀνελεῖν ἢ συλλαβεῖν πρὸ τῆς ἀποστάσεως ἐγνωκότες.
40.3 ὁ δὲ ἧκε μὲν αὐτὸς ἐφελκόμενος τὸν ἵππον ὡς οὐκ ἀπιστῶν οὐδὲ ὑποπτεύων, ἀναπηδησάντων δὲ πολλῶν καὶ λοιδορουμένων αὐτῷ καὶ κατηγορούντων εὖ πως καθεστῶτι τῷ προσώπῳ καὶ τῷ λόγῳ πράως ἐκέλευε καθίσαι καὶ μὴ βοᾶν ἀτάκτως ἑστῶτας, ἀλλὰ καὶ τοὺς περὶ θύρας ὄντας εἴσω παριέναι· καὶ ταῦθʼ ἅμα λέγων ὑπεξῄει βάδην ὡς παραδώσων τινὶ τὸν ἵππον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi