Thesauros Edebiyat biography Ἄρατος

Ἄρατος

Ἄρατος Plutarch
38.8 ὁμοίως δὲ καὶ Φύλαρχος ἱστόρηκε περὶ τούτων, ᾧ μὴ τοῦ Πολυβίου μαρτυροῦντος οὐ πάνυ τι πιστεύειν ἄξιον ἦν. ἐνθουσιᾷ γὰρ ὅταν ἅψηται τοῦ Κλεομένους, ὑπʼ εὐνοίας, καὶ καθάπερ ἐν δίκῃ τῇ ἱστορίᾳ τῷ μὲν ἀντιδικῶν διατελεῖ, τῷ δὲ συναγορεύων.
39.1 ἀπέβαλον δʼ οὖν οἱ Ἀχαιοὶ τὴν Μαντίνειαν, πάλιν ἑλόντος αὐτὴν τοῦ Κλεομένους, καὶ μάχῃ μεγάλῃ περὶ τὸ Ἑκατόμβαιον ἡττηθέντες οὕτω κατεπλάγησαν ὥστε πέμπειν εὐθὺς ἐφʼ ἡγεμονίᾳ τὸν Κλεομένη καλοῦντες εἰς Ἄργος.
39.2 ὁ δὲ Ἄρατος ὡς ᾔσθετο βαδίζοντα καὶ περὶ Λέρναν ὄντα μετὰ τῆς δυνάμεως, φοβηθεὶς ἀπέστελλε πρέσβεις τοὺς ἀξιοῦντας ὡς παρὰ φίλους καὶ συμμάχους αὐτὸν ἥκειν μετὰ τριακοσίων, εἰ δὲ ἀπιστεῖ, λαβεῖν ὁμήρους, ταῦτα ὕβριν εἶναι καὶ χλευασμὸν αὑτοῦ φήσας ὁ Κλεομένης ἀνέζευξεν, ἐπιστολὴν γράψας τοῖς Ἀχαιοῖς ἐγκλήματα πολλὰ κατὰ τοῦ Ἀράτου καὶ διαβολὰς ἔχουσαν.
39.3 ἔγραφε δὲ κἀκεῖνος ἐπιστολὰς κατὰ τοῦ Κλεομένους· καὶ ἐφέροντο λοιδορίαι καὶ βλασφημίαι μέχρι γάμων καὶ γυναικῶν ἀλλήλους κακῶς λεγόντων. ἐκ τούτου κήρυκα πέμψας ὁ Κλεομένης πόλεμον προεροῦντα τοῖς Ἀχαιοῖς, μικροῦ μὲν ἔλαθε τὴν Σικυωνίων πόλιν ἁρπάσας διὰ προδοσίας, ἐγγύθεν ἔγγυθεν Bekker reads ἐκεῖθεν, with the Aldine. δὲ ἀποτραπεὶς Πελλήνῃ προσέβαλε καὶ τοῦ στρατηγοῦ τῶν Ἀχαιῶν ἐκπεσόντος ἔσχε τὴν πόλιν. ὀλίγῳ δὲ ὕστερον καὶ Φενεὸν ἔλαβε καὶ Πεντέλειον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi