Thesauros Edebiyat biography Ἄρατος

Ἄρατος

Ἄρατος Plutarch
36.3 αὖθις δὲ τῶν Λακεδαιμονίων ἐπὶ Μεγάλην πόλιν στρατευσάντων βοηθήσας ὤκνει μὲν ἁψιμαχοῦντι τῷ Κλεομένει λαβὴν παρασχεῖν καὶ τοῖς Μεγαλοπολίταις βιαζομένοις ἀντεῖχεν, οὔτε ἄλλως πρὸς τὰς κατὰ στόμα μάχας εὖ πεφυκώς καὶ τότε λειπόμενός τε πλήθει καὶ πρὸς ἄνδρα τολμητὴν καὶ νέον ἤδη παρακμάζοντι τῷ θυμῷ καὶ κεκολασμένῃ τῇ φιλοτιμίᾳ συνεστηκώς, καὶ νομίζων ἣν διὰ τοῦ τολμᾶν ἐκεῖνος ἐξ οὐχ ὑπαρχόντων ἐκτᾶτο δόξαν αὑτῷ κεκτημένῳ φυλακτέον εἶναι διὰ τῆς εὐλαβείας.
37.1 οὐ μὴν ἀλλὰ τῶν ψιλῶν ἐκδραμόντων καὶ ὠσαμένων τοὺς Σπαρτιάτας ἄχρι τὸν στρατοπέδου καὶ περὶ τὰς σκηνὰς διασπαρέντων, ὁ μὲν Ἄρατος οὐδʼ ὥς ἐπήγαγεν, ἀλλʼ ἐν μέσῳ λαβὼν χαράδραν ἐπέστησε καὶ κατεκώλυσε διαβῆναι τοὺς ὁπλίτας· ὁ δὲ Λυδιάδης περιπαθῶν πρὸς τὰ γιγνόμενα καὶ τὸν Ἄρατον κακίζων ἀνεκαλεῖτο τοὺς ἱππεῖς ὡς αὑτόν, ἀξιῶν ἐπιφανῆναι τοῖς διώκουσι καὶ μὴ προέσθαι τὸ νίκημα μηδὲ ἐγκαταλιπεῖν αὑτόν ὑπὲρ τῆς πατρίδος ἀγωνιζόμενον.
37.2 πολλῶν δὲ συστραφέντων καὶ ἀγαθῶν ἐπιρρωσθεὶς ἐνέβαλε τῷ δεξιῷ τῶν πολεμίων καὶ τρεψάμενος ἐδίωκεν, ὑπὸ θυμοῦ καὶ φιλοτιμίας ἀταμιεύτως ἐπισπασθεὶς εἰς χωρία σκολιὰ καὶ μεστὰ δένδρων πεφυτευμένων καὶ τάφρων πλατειῶν, ἐν οἷς ἐπιθεμένου τοῦ Κλεομένους ἔπεσε λαμπρῶς ἀγωνισάμενος τὸν κάλλιστον τῶν ἀγώνων ἐπὶ θύραις τῆς πατρίδος.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi