Thesauros Edebiyat biography Ἄρατος

Ἄρατος

Ἄρατος Plutarch
27.2 εἶτα ἡμέρας ἐπιφανείσης καὶ τοῦ τυράννου πανταχόθεν αὐτῷ προσβάλλοντος, οἱ μὲν Ἀργεῖοι, καθάπερ οὐχ ὑπὲρ τῆς ἐκείνων ἐλευθερίας τῆς μάχης οὔσης, ἀλλʼ ὡς τὸν ἀγῶνα τῶν Νεμείων βραβεύοντες, ἴσοι καὶ δίκαιοι θεαταὶ καθῆντο τῶν γινομένων, πολλὴν ἡσυχίαν ἄγοντες, ὁ δὲ Ἄρατος εὐρώστως ἀμυνόμενος λόγχῃ μὲν ἐκ χειρὸς διελαύνεται τὸν μηρόν, ἐκράτησε δὲ τῶν τόπων ἐν οἷς ἦν, καὶ οὐκ ἐξεώσθη μέχρι νυκτὸς ἐνοχλούμενος ὑπὸ τῶν πολεμίων.
27.3 εἰ δὲ καὶ τὴν νύκτα τῷ πόνῳ προσεταλαιπώρησεν, οὐκ ἂν διήμαρτεν ὁ γὰρ τύραννος ἤδη περὶ δρασμὸν εἶχε καὶ πολλὰ τῶν ἰδίων ἐπὶ θάλασσαν προεξέπεμψε νῦν δὲ τοῦτο μὲν οὐδενὸς ἐξαγγείλαντος πρὸς τὸν Ἄρατον, ὕδατος δὲ ἐπιλιπόντος, ἑαυτῷ δὲ χρήσασθαι διὰ τὸ τραῦμα μὴ δυνάμενος, ἀπήγαγε τοὺς στρατιώτας.
28.1 ἐπεὶ δὲ ταύτην ἀπέγνω τὴν ὁδόν, ἐμβαλὼν φανερῶς τῷ στρατοπέδῳ τὴν Ἀργολίδα χώραν ἐπόρθει καὶ περὶ τὸν Χάρητα ποταμὸν ἰσχυρᾶς μάχης γενομένης πρὸς Ἀρίστιππον· αἰτίαν ἔσχεν ὡς ἐγκαταλιπὼν τὸν ἀγῶνα καὶ προέμενος τὸ νίκημα · τῆς γὰρ ἄλλης δυνάμεως ὁμολογουμένως ἐπικρατούσης καὶ τῷ διωγμῷ πολὺ προελθούσης εἰς τοὔμπροσθεν, αὐτὸς οὐχ οὕτως ἐκβιασθεὶς ὑπὸ τῶν καθʼ αὑτόν, ὡς ἀπιστῶν τῷ κατορθώματι καὶ φοβηθείς, ἀνεχώρησε τεταραγμένος εἰς τὸ στρατόπεδον.
28.2 ἐπεὶ δὲ ἀπὸ τῆς διώξεως ἐπανελθόντες οἱ λοιποὶ χαλεπῶς ἔφερον ὅτι τρεψάμενοι τοὺς πολεμίους καὶ πολὺ πλείονας ἐκείνων καταβαλόντες ἢ σφῶν αὐτῶν ἀπολέσαντες παραλελοίπασι τοῖς ἡττημένοις στῆσαι κατʼ αὐτῶν τρόπαιον, αἰσχυνθεὶς πάλιν ἔγνω διαμάχεσθαι περὶ τοῦ τροπαίου, καὶ μίαν ἡμέραν διαλιπὼν αὖθις ἐξέτασσε τὴν στρατιάν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi