Thesauros Edebiyat biography Βροῦτος

Βροῦτος

Βροῦτος Plutarch
48.3 καὶ τῶν ταξιάρχων τινὸς ἀπʼ αὐτομάτου τὸν βραχίονα μύρον ῥόδινον ἐξανθεῖν, καὶ πολλάκις ἐξαλείφοντας καὶ ἀπομάττοντας μηδὲν περαίνειν.
48.4 καὶ πρὸ τῆς μάχης αὐτῆς ἀετοὺς δύο συμπεσόντας ἀλλήλοις ἐν μεταιχμίῳ τῶν στρατοπέδων μάχεσθαι, καὶ σιγὴν ἄπιστον ἔχειν τὸ πεδίον θεωμένων ἁπάντων, εἶξαι δὲ καὶ φυγεῖν τὸν κατὰ Βροῦτον.
48.5 ὁ δέΑἰθίοψ περιβόητος γέγονεν ὁ τῆς πύλης ἀνοιχθείσης ἀπαντήσας τῷ φέροντι τὸν ἀετὸν καὶ κατακοπεὶς ταῖς μαχαίραις ὑπὸ τῶν στρατιωτῶν οἰωνισαμένων.
49.1 προαγαγὼν δὲ τὴν φάλαγγα καὶ καταστήσας ἐναντίαν τοῖς πολεμίοις ἐπεῖχε πολὺν χρόνον· ὑποψίαι γὰρ αὐτῷ καὶ μηνύσεις κατά τινων προσέπιπτον ἐπισκοποῦντι τὸ στράτευμα·
49.2 καὶ τοὺς ἱππέας ἑώρα μάχης ἄρχειν οὐ πάνυ προθύμους ὄντας, ἀλλʼ ἀεὶ προσμένοντας τὸ τῶν πεζῶν ἔργον.
49.3 εἶτʼ ἐξαίφνης ἀνὴρ πολεμικὸς καὶ τετιμημένος ἐπʼ ἀνδρείᾳ διαπρεπῶς παρὰ τὸν Βροῦτον αὑτὸν ἐξιππασάμενος μεταβάλλεται πρὸς τοὺς πολεμίους· Καμουλᾶτος δὲ ἐκαλεῖτο.
49.4 τοῦτον ἰδὼν ὁ Βροῦτος ἤλγησεν ἰσχυρῶς· καὶ τὰ μὲν ὑπʼ ὀργῆς, τὰ δὲ φόβῳ μείζονος μεταβολῆς καὶ προδοσίας εὐθὺς ἐπὶ τοὺς ἐναντίους ἦγεν, εἰς ὥραν ἐνάτην τοῦ ἡλίου καταφερομένου.
49.5 καὶ τῷ μὲν καθʼ αὑτὸν ἐκράτησε μέρει καὶ προῆλθεν ὑποχωροῦντι τῷ ἀριστερῷ τῶν πολεμίων ἐγκείμενος· καὶ συνεπέρρωσαν οἱ ἱππεῖς ἅμα τοῖς πεζοῖς ἐμβαλόντες τεταραγμένοις·
49.6 τὸ δʼ ἕτερον κέρας, ὡς μὴ κυκλωθείη, τῶν ἡγεμόνων ἀντιπαρεξαγόντων, πλήθει δὲ λειπομένων, διεσπᾶτο μέσον καὶ γιγνόμενον ἀσθενὲς οὐκ ἀντεῖχε τοῖς ἐναντίοις, ἀλλʼ ἔφυγε πρῶτον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi