Thesauros Edebiyat biography Βροῦτος

Βροῦτος

Βροῦτος Plutarch
45.1 ἔπεσον δὲ τούτων μὲν ὀκτακισχίλιοι σὺν τοῖς στρατευομένοις οἰκέταις, οὓς Βρίγας ὁ Βροῦτος ὠνόμαζε· τῶν δʼ ἐναντίων Μεσσάλας φησὶν οἴεσθαι πλείους ἢ διπλασίους.
45.2 διὸ καὶ μᾶλλον ἠθύμουν ἐκεῖνοι πρὶν ἢ Κασσίου θεράπων ὄνομα Δημήτριος ἀφίκετο πρὸς Ἀντώνιον ἑσπέρας, εὐθὺς ἀπὸ τοῦ νεκροῦ τὰς χλαμύδας λαβὼν καὶ τὸ ξίφος. ὦν κομισθέντων οὕτως ἐθάρρησαν ὥστε ἅμʼ ἡμέρᾳ προάγειν ὡπλισμένην ἐπὶ μάχῃ τὴν δύναμιν.
45.3 Βρούτῳ δὲ τῶν στρατοπέδων ἑκατέρου σαλεύοντος ἐπισφαλῶς τὸ μὲν γὰρ αὐτοῦ καταπεπλησμένον αἰχμαλώτων ἐδεῖτο φυλακῆς ἀκριβοῦς, τὸ δὲ Κασσίου τὴν μεταβολὴν τοῦ ἄρχοντος οὐ ῥᾳδίως ἔφερεν, ἀλλὰ καὶ φθόνου τι καὶ μίσους ἡττημένοις ἐνῆν αὐτοῖς πρὸς τὸ νενικηκός, ὁπλίσαι μὲν ἔδοξε τὸ στράτευμα, μάχης δʼ ἀπέσχετο.
45.4 τῶν δʼ αἰχμαλώτων τὸ μὲν δουλικὸν πλῆθος ἐνειλούμενον ὑπόπτως τοῖς ὅπλοις ἐκέλευσεν ἀναιρεθῆναι, τῶν δʼ ἐλευθέρων τοὺς μὲν ἀπέλυε φάσκων ὑπὸ τῶν πολεμίων μᾶλλον ἡλωκέναι αὐτοὺςαὐτοὺς bracketed by Sintenis2. καὶ παρʼ ἐκείνοις αἰχμαλώτους εἶναι καὶ δούλους, παρʼ αὑτῷ δʼ ἐλευθέρους καὶ πολίτας·
45.5 ὡς δὲ τοὺς φίλους ἑώρα καὶ τοὺς ἡγεμόνας ἀδιαλλάκτως ἔχοντας, ἀποκρύπτων καὶ συνεκπέμπων ἔσῳζεν.
45.6 ἦν δέ τις Βολούμνιος μῖμος καὶ Σακουλίων γελωτοποιὸς ἡλωκότες, οὓς ἐν οὐδενὶ λόγῳ τιθεμένου τοῦ Βρούτου προσάγοντες οἱ φίλοι κατηγόρουν ὡς οὐδὲ νῦν τοῦ λέγειν καὶ σκώπτειν πρὸς ὕβριν αὐτῶν ἀπεχομένους.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi