Thesauros Edebiyat biography Βροῦτος

Βροῦτος

Βροῦτος Plutarch
34.2 οἷα δʼ ἐν πράγμασι μεγάλοις καὶ φίλοις πολλοῖς καὶ ἡγεμόσιν αἰτιῶν αὐτοῖς πρὸς ἀλλήλους ἐγγενομένων καὶ διαβολῶν, πρὶν ἕτερόν τι ποιεῖν, εὐθὺς ἐκ πορείας καθʼ αὐτούς ἐν οἰκήματι γενόμενοι κεκλεισμένων τῶν θυρῶν καὶ μηδενὸς παρόντος, ἐχρῶντο μέμψεσι πρῶτον, εἶτʼ ἐλέγχοις καὶ κατηγορίαις.
34.3 ἐκ δὲτούτου πρὸς δάκρυα καὶ παρρησίαν μετὰ πάθους ἐκφερομένων, θαυμάζοντες οἱ φίλοι τὴν τραχύτητα τῆς ὀργῆς καὶ τὸν τόνον, ἔδεισαν μή τι ἐκ τούτου γένηται· προσελθεῖν δὲ ἀπείρητο.
34.4 Μᾶρκος δὲ Φαώνιος, ἐραστὴς γεγονὼς Κάτωνος, οὐ λόγῳ μᾶλλον ἢ φορᾷ τινι καὶ πάθει μανικῷ φιλοσοφῶν, ἐβάδιζεν εἴσω πρὸς αὐτούς κωλυόμενος ὑπὸ τῶν οἰκετῶν.
34.5 ἀλλʼ ἔργον ἦν ἐπιλαβέσθαι Φαωνίου πρὸς ὁτιοῦν ὀρούσαντος· σφοδρὸς γὰρ ἦν ἐν πᾶσι καὶ πρόχειρος, ἐπεὶ τό γε βουλευτὴν εἶναι Ῥωμαίων ἑαυτὸν οὐδενὸς ἄξιον ἡγεῖτο, τῷ δὲ κυνικῷ τῆς παρρησίας πολλάκις ἀφῄρει τὴν χαλεπότητα, καὶ τὸ ἄκαιρον αὐτοῦ μετὰ παιδιᾶς δεχομένων.
34.6 βίᾳ δὴ τότε τῶν παρόντων διωσάμενος τὰς θύρας εἰσῆλθε, μετὰ πλάσματος φωνῆς ἔπη περαίνων οἷς τὸν Νέστορα χρώμενον Ὅμηρος πεποίηκεν ἀλλὰ πίθεσθʼ· ἄμφω δὲ νεωτέρω ἐστὸν ἐμεῖο, καὶ τὰ ἑξῆς.
34.7 ἐφʼοἷς ὁ μὲν Κάσσιος ἐγέλασεν, ὁ δὲ Βροῦτος ἐξέβαλεν αὐτόν ἁπλόκυνα καὶ ψευδόκυνα προσαγορεύων. οὐ μὴν ἀλλὰ τότε τοῦτο τῆς πρὸς ἀλλήλους διαφορᾶς ποιησάμενοι πέρας εὐθὺς διελύθησαν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi