56.6
ταῦτα ποιήσας ὁ Κάλλιππος πάντα, καὶ τὸν ὅρκον ἀπομόσας, οὕτω κατεγέλασε τῶν θεῶν ὥστε περιμείνας τὴν ἑορτὴν ἧς ὤμοσε θεοῦ, δρᾷ τὸν φόνον ἐν τοῖς Κορείοις, οὐδὲν ἴσως τὸ περὶ τὴν ἡμέραν τῆς θεοῦ ποιησάμενος, ὡς ἀσεβουμένης πάντως, εἰ καὶ κατʼ ἄλλον χρόνον ἔσφαττε τὸν μύστην αὐτῆς ὁ μυσταγωγός.
57.1
ὄντων δὲ πλειόνων ἐν τῇ κοινωνίᾳ τῆς πράξεως, καθεζομένου Δίωνος ἐν οἰκήματι κλίνας τινὰς ἔχοντι μετὰ τῶν φίλων, οἱ μὲν ἔξω τὴν οἰκίαν περιέστησαν, οἱ δὲ πρὸς ταῖς θύραις τοῦ οἴκου καὶ ταῖς θυρίσιν ἦσαν.
57.2
αὐτοὶ δʼ οἱ προσφέρειν τὰς χεῖρας μέλλοντες Ζακύνθιοι παρῆλθον ἄνευ ξιφῶν ἐν τοῖς χιτῶσιν. ἅμα δʼ οἱ μὲν ἔξω τὰς θύρας ἐπισπασάμενοι κατεῖχον, οἱ δὲ τῷ Δίωνι προσπεσόντες κατάγχειν ἐπειρῶντο καὶ συντρίβειν αὐτόν.
57.3
ὡς δʼ οὐδὲν ἐπέραινον, ᾔτουν ξίφος· οὐδεὶς δʼ ἐτόλμα τὰς θύρας ἀνοῖξαι ι. συχνοὶ γὰρ ἦσαν ἔνδον οἱ μετὰ τοῦ Δίωνος, ὧν ἕκαστος οἰόμενος, ἂν ἐκεῖνον προῆται, διασώσειν ἑαυτόν, οὐκ ἐτόλμα βοηθεῖν.
57.4
διατριβῆς δὲ γενομένης Λύκων ὁ Συρακούσιος ὀρέγει τινὶ τῶν Ζακυνθίων διὰ τῆς θυρίδος ἐγχειρίδιον, ᾧ καθάπερ ἱερεῖον τὸν Δίωνα κρατούμενον πάλαι καὶ δεδιττόμενον ἀπέσφαξαν.
57.5
εὐθὺς δὲ καὶ τὴν ἀδελφὴν μετὰ τῆς γυναικὸς ἐγκύμονος οὔσης εἰς τὴν εἱρκτὴν ἐνέβαλον. καὶ συνέβη τῇ γυναικὶ τλημονέστατα λοχευθείσῃ τεκεῖν ἐν τῷ δεσμωτηρίῳ παιδάριον ἄρρεν· ὅπερ καὶ θρέψαι μᾶλλον παρεβάλοντο πείσασαι τοὺς φύλακας, ἤδη τοῦ Καλλίππου θορυβουμένου τοῖς πράγμασιν.