Thesauros Edebiyat biography Δίων

Δίων

Δίων Plutarch
55.4 μεθʼ ἡμέρας δʼ ὀλίγας ὁ υἱὸς αὐτοῦ σχεδὸν ἀντίπαις ὤν, ἔκ τινος λύπης καὶ ὀργῆς μικρὰν καὶ παιδικὴν ἀρχὴν λαβούσης, ἔρριψεν ἑαυτὸν ἀπὸ τοῦ τέγους ἐπὶ τὴν κεφαλὴν καὶ διεφθάρη.
56.1 ἐν τοιούτοις δὲ τοῦ Δίωνος ὄντος, ὁ Κάλλιππος ἔτι μᾶλλον εἴχετο τῆς ἐπιβουλῆς, καὶ λόγον εἰς τοὺς Συρακουσίους ἐξέδωκεν ὡς ὁ Δίων, ἄπαις γεγονώς, ἔγνωκε τὸν Διονυσίου καλεῖν Ἀπολλοκράτην καὶ ποιεῖσθαι διάδοχον, ἀδελφιδοῦν μὲν ὄντα τῆς ἑαυτοῦ γυναικός, θυγατριδοῦν δὲ τῆς ἀδελφῆς.
56.2 ἤδη δὲ καὶ τὸν Δίωνα καὶ τὰς γυναῖκας ὑπόνοια τῶν πραττομένων εἶχε, καὶ μηνύσεις ἐγίγνοντο πανταχόθεν.
56.3 ἀλλʼ ὁ μὲν Δίων, ὡς ἔοικεν, ἐπὶ τοῖς κατὰ τὸν Ἡρακλείδην ἀχθόμενος, καὶ τὸν φόνον ἐκεῖνον, ὥς τινα τοῦ βίου καὶ τῶν πράξεων αὐτῷ κηλῖδα περικειμένην, δυσχεραίνων ἀεὶ καὶ βαρυνόμενος, εἶπεν ὅτι πολλάκις ἤδη θνῄσκειν ἕτοιμός ἐστι καὶ παρέχειν τῷ βουλομένῳ σφάττειν αὐτόν, εἰ ζ?ῆν δεήσει μὴ μόνον τοὺς ἐχθρούς, ἀλλὰ καὶ τοὺς φίλους φυλαττόμενον.
56.4 τὰς δὲ γυναῖκας ὁρῶν ὁ Κάλλιππος ἐξεταζούσας ἀκριβῶς τὸ πρᾶγμα, καὶ φοβηθείς, ἦλθε πρὸς αὐτὰς ἀρνούμενος καὶ δακρύων καὶ πίστιν ἣν βούλονται διδόναι βουλόμενος.
56.5 αἱ δʼ ἠξίουν αὐτὸν ὀμόσαι τὸν μέγαν ὅρκον. ἦν δὲ τοιοῦτος· καταβὰς εἰς τὸ τῶν Θεσμοφόρων τέμενος ὁ διδοὺς τὴν πίστιν, ἱερῶν τινων γενομένων, περιβάλλεται τὴν πορφυρίδα τῆς θεοῦ, καὶ λαβὼν δᾷδα καιομένην ἀπόμνυσι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi