Thesauros Edebiyat biography Ἀντώνιος

Ἀντώνιος

Ἀντώνιος Plutarch
76.3 πιστεύσας δὲ ἐκεῖνος καὶ εἰπὼν πρὸς αὑτόν, τί ἔτι μέλλεις, Ἀντώνιε; τὴν μόνην ἡ τύχη καὶ λοιπὴν ἀφῄρηκε τοῦ φιλοψυχεῖν πρόφασιν, εἰσῆλθεν εἰς τὸ δωμάτιον, καὶ τὸν θώρακα παραλύων καὶ διαστέλλων, ὦ Κλεοπάτρα, εἶπεν, οὐκ ἄχθομαί σου στερούμενος· αὐτίκα γὰρ εἰς ταὐτὸν ἀφίξομαι· ἀλλʼ ὅτι γυναικὸς ὁ τηλικοῦτος αὐτοκράτωρ εὐψυχίᾳ πεφώραμαι λειπόμενος.
76.4 ἦν δέ τις οἰκέτης αὐτοῦ πιστὸς Ἔρως ὄνομα. τοῦτον ἐκ πολλοῦ παρακεκληκώς, εἰ δεήσειεν, ἀνελεῖν αὐτόν, ἀπῄτει τὴν ὑπόσχεσιν. ὁ δὲ σπασάμενος τὸ ξίφος ἀνέσχε μὲν ὡς παίσων ἐκεῖνον, ἀποστρέψας δὲ τὸ πρόσωπον ἑαυτὸν ἀπέκτεινε. πεσόντος δὲ αὐτοῦ πρὸς τοὺς πόδας ὁ Ἀντώνιος εὖγε, εἶπεν, ὦ Ἔρως, ὅτι μὴ δυνηθεὶς αὐτὸς ἐμὲ ποιεῖν ὃ δεῖ διδάσκεις· καὶ παίσας διὰ τῆς κοιλίας ἑαυτὸν ἀφῆκεν εἰς τὸ κλινίδιον.
76.5 ἦν δὲ οὐκ εὐθυθάνατος ἡ πληγή. διὸ καὶ τῆς φορᾶς τοῦ αἵματος, ἐπεὶ κατεκλίθη, παυσαμένης, ἀναλαβὼν ἐδεῖτο τῶν παρόντων ἐπισφάττειν αὐτόν. οἱ δὲ ἔφευγον ἐκ τοῦ δωματίου βοῶντος καὶ σφαδάζοντος, ἄχρι οὗ παρὰ Κλεοπάτρας ἧκε Διομήδης ὁ γραμματεύς, κομίζειν αὐτὸν ὡς ἐκείνην εἰς τὸν τάφον κελευσθείς.
77.1 γνοὺς οὖν ὅτι ζῇ, προθύμως ἐκέλευσεν ἄρασθαι τοῖς ὑπηρέταις τὸ σῶμα, καὶ διὰ χειρῶν προσεκομίσθη ταῖς θύραις τοῦ οἰκήματος. ἡ δὲ Κλεοπάτρα τὰς μὲν θύρας οὐκ ἀνέῳξεν, ἐκ δὲ θυρίδων τινῶν φανεῖσα σειρὰς καὶ καλώδια καθίει. καὶ τούτοις ἐναψάντων τὸν Ἀντώνιον ἀνεῖλκεν αὐτὴ καὶ δύο γυναῖκες, ἃς μόνας ἐδέξατο μεθʼ αὑτῆς εἰς τὸν τάφον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi