Thesauros Edebiyat biography Ἀντώνιος

Ἀντώνιος

Ἀντώνιος Plutarch
73.2 οὗτος ἐντυγχάνων αὐτῇ μακρότερα τῶν ἄλλων καὶ τιμώμενος διαφερόντως ὑπόνοιαν τῷ Ἀντωνίῳ παρέσχε, καὶ συλλαβὼν αὐτὸν ἐμαστίγωσεν, εἶτα ἀφῆκε πρὸς Καίσαρα γράψας ὡς ἐντρυφῶν καὶ περιφρονῶν παροξύνειεν αὐτόν, εὐπαρόξυντον ὑπὸ κακῶν ὄντα. σὺ δὲ εἰ μὴ φέρεις τὸ πρᾶγμα, ἔφη, μετρίως, ἔχεις ἐμὸν ἀπελεύθερον Ἵππαρχον. τοῦτον κρεμάσας μαστίγωσον, ἵνα ἴσον ἔχωμεν.
73.3 ἐκ τούτου Κλεοπάτρα μὲν ἀπολυομένη τὰς αἰτίας καὶ ὑπονοίας ἐθεράπευεν αὐτὸν περιττῶς· καὶ τὴν ἑαυτῆς γενέθλιον ταπεινῶς διαγαγοῦσα καὶ ταῖς τύχαις πρεπόντως, τὴν ἐκείνου πᾶσαν ὑπερβαλλομένη λαμπρότητα καὶ πολυτέλειαν ἑώρτασεν, ὥστε πολλοὺς τῶν κεκλημένων ἐπὶ τὸ δεῖπνον πένητας ἐλθόντας ἀπελθεῖν πλουσίους. Καίσαρα δὲ Ἀγρίππας ἀνεκαλεῖτο πολλάκις ἀπὸ Ῥώμης γράφων ὡς τῶν ἐκεῖ πραγμάτων τὴν παρουσίαν αὐτοῦ ποθούντων.
74.1 ἔσχεν οὖν ἀναβολὴν ὁ πόλεμος τότε· τοῦ δὲ χειμῶνος παρελθόντος αὖθις ἐπῄει διὰ Συρίας, οἱ δὲ στρατηγοὶ διὰ Λιβύης. ἁλόντος δὲ Πηλουσίου λόγος ἦν ἐνδοῦναι Σέλευκον οὐκ ἀκούσης τῆς Κλεοπάτρας. ἡ δὲ ἐκείνου μὲν γυναῖκα καὶ παῖδας Ἀντωνίῳ κτεῖναι παρεῖχεν, αὐτὴ δὲ θήκας ἔχουσα καὶ μνήματα κατεσκευασμένα περιττῶς εἴς τε κάλλος καὶ ὕψος, ἃ προσῳκοδόμησε τῷ ναῷ τῆς Ἴσιδος,

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi