Thesauros Edebiyat biography Ἀντώνιος

Ἀντώνιος

Ἀντώνιος Plutarch
71.5 ἐποίει δὲ τοῦτο καθʼ ἡμέραν· καὶ σχεδὸν ἐν πᾶσι μόνον εὕρισκε τὸ δῆγμα τῆς ἀσπίδος ἄνευ σπασμοῦ καὶ στεναγμοῦ κάρον ὑπνώδη καὶ καταφορὰν ἐφελκόμενον, ἱδρῶτι μαλακῷ τοῦ προσώπου, καὶ τῶν αἰσθητηρίων ἀμαυρώσει παραλυομένων ῥᾳδίως καὶ δυσχεραινόντων πρὸς τὰς ἐξεγέρσεις καὶ ἀνακλίσεις, ὥσπερ οἱ βαθέως καθεύδοντες.
72.1 ἅμα δὲ καὶ πρὸς Καίσαρα πρεσβεις ἔπεμπον εἰς Ἀσίαν, ἡ μὲν αἰτουμένη τὴν ἐν Αἰγύπτῳ τοῖς παισὶν ἀρχήν, ὁ δὲ ἀξιῶν Ἀθήνησιν, εἰ μὴ δοκοίη περὶ Αἴγυπτον, ἰδιώτης καταβιῶναι. φίλων δὲ ἀπορίᾳ καὶ ἀπιστίᾳ διὰ τὰς αὐτομολίας ὁ τῶν παίδων διδάσκαλος ἐπέμφθη πρεσβεύων Εὐφρόνιος.
72.2 καὶ γὰρ Ἀλεξᾶς ὁ Λαοδικεύς, γνωρισθεὶς μὲν ἐν Ῥώμῃ διὰ Τιμαγένους καὶ πλεῖστον Ἑλλήνων δυνηθείς, γενόμενος δὲ τῶν Κλεοπάτρας ἐπʼ Ἀντώνιον ὀργάνων τὸ βιαιότατον καὶ τῶν ὑπὲρ Ὀκταουίας ἱσταμένων ἐν αὐτῷ λογισμῶν ἀνατροπεύς, ἐπέμφθη μὲν Ἡρώδην τὸν βασιλέα τῆς μεταβολῆς ἐφέξων,
72.3 αὐτοῦ δὲ καταμείνας καὶ προδοὺς Ἀντώνιον ἐτόλμησεν εἰς ὄψιν ἐλθεῖν Καίσαρος, Ἡρώδῃ πεποιθώς. ὤνησε δὲ αὐτὸν οὐδὲν Ἡρώδης, ἀλλʼ εὐθὺς εἱρχθεὶς καὶ κομισθεὶς εἰς τὴν ἑαυτοῦ πατρίδα δέσμιος ἐκεῖ Καίσαρος κελεύσαντος ἀνῃρέθη. τοιαύτην μὲν Ἀλεξᾶς ἔτι ζῶντι δίκην Ἀντωνίῳ τῆς ἀπιστίας ἐξέτισε.
73.1 Καῖσαρ δὲ τοὺς μὲν ὑπὲρ Ἀντωνίου λόγους οὐκ ἠνέσχετο, Κλεοπάτραν δὲ ἀπεκρίνατο μηδενὸς ἁμαρτήσεσθαι τῶν ἐπιεικῶν ἀνελοῦσαν Ἀντώνιον ἢ ἐκβαλοῦσαν. συνέπεμψε δὲ καὶ παρʼ αὑτοῦ τινα τῶν ἀπελευθέρων Θύρσον, οὐκ ἀνόητον ἄνθρωπον οὐδὲ ἀπιθάνως ἂν ἀφʼ ἡγεμόνος νέου διαλεχθέντα πρὸς γυναῖκα σοβαρὰν καὶ θαυμαστὸν ὅσον ἐπὶ κάλλει φρονοῦσαν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi