Thesauros Edebiyat biography Ἀντώνιος

Ἀντώνιος

Ἀντώνιος Plutarch
63.3 καὶ Δομίτιος μέν, ὥσπερ ἐπὶ τῷ μὴ λαθεῖν τὴν ἀπιστίαν αὐτοῦ καὶ προδοσίαν μεταβαλλόμενος, εὐθὺς ἐτελεύτησεν. ἐγένοντο δὲ καὶ βασιλέων ἀποστασεις, Ἀμύντου καὶ Δηϊοτάρου, πρὸς Καίσαρα. τὸ δὲ ναυτικὸν ἐν παντὶ δυσπραγοῦν καὶ πρὸς ἅπασαν ὑστερίζον βοήθειαν αὖθις ἠνάγκαζε τῷ πεζῷ προσέχειν τὸν Ἀντώνιον. ἔσχε δὲ καὶ Κανίδιον τὸν ἄρχοντα τοῦ πεζοῦ μεταβολὴ γνώμης παρὰ τὰ δεινά· καὶ συνεβούλευε Κλεοπάτραν μὲν ἀποπέμπειν, ἀναχωρήσαντα δὲ εἰς Θρᾴκην ἢ Μακεδονίαν πεζομαχίᾳ κρῖναι.
63.4 καὶ γὰρ Δικόμης ὁ Γετῶν βασιλεὺς ὑπισχνεῖτο πολλῇ στρατιᾷ βοηθήσειν· οὐκ εἶναι δὲ αἰσχρὸν εἰ Καίσαρι γεγυμνασμένῳ περὶ τὸν Σικελικὸν πόλεμον ἐκστήσονται τῆς θαλάσσης, ἀλλὰ δεινὸν εἰ τῶν πεζῶν ἀγώνων ἐμπειρότατος ὢν Ἀντώνιος οὐ χρήσεται ῥώμῃ καὶ παρασκευῇ τοσούτων ὁπλιτῶν, εἰς ναῦς διανέμων καὶ καταναλίσκων τὴν δύναμιν.
63.5 οὐ μὴν ἀλλὰ ἐξενίκησε Κλεοπάτρα διὰ τῶν νεῶν κριθῆναι τὸν πόλεμον, ἤδη πρὸς φυγὴν ὁρῶσα, καὶ τιθεμένη τὰ καθʼ ἑαυτήν, οὐχ ὅπου πρὸς τὸ νικᾶν ἔσται χρήσιμος, ἀλλʼ ὅθεν ἄπεισι ῥᾷστα τῶν πραγμάτων ἀπολλυμένων. ἦν δὲ μακρὰ σκέλη κατατείνοντα πρὸς τὸν ναύσταθμον τῆς στρατοπεδείας, δι’ ὧν ὁ Ἀντώνιος εἰώθει παριέναι μηδὲν ὑφορώμενος.
63.6 οἰκέτου δὲ Καίσαρι φράσαντος ὡς δυνατὸν εἴη κατιόντα διὰ τῶν σκελῶν συλλαβεῖν αὐτόν, ἔπεμψε τοὺς ἐνεδρεύσοντας. οἱ δὲ παρὰ τοσοῦτον ἦλθον ὥστε συναρπάσαι τὸν προηγούμενον αὐτοῦ προεξαναστάντες· αὐτὸς δὲ δρόμῳ μόλις ὑπεξέφυγεν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi