Thesauros Edebiyat biography Ἀντώνιος

Ἀντώνιος

Ἀντώνιος Plutarch
51.1 τότε δὲ διὰ πολλοῦ χειμῶνος ἤδη καὶ νιφετῶν ἀπαύστων ἐπειγόμενος ὀκτακισχιλίους ἀπέβαλε καθʼ ὁδόν. αὐτὸς δὲ καταβὰς ὀλιγοστὸς ἐπὶ θάλασσαν ἐν χωρίῳ τινὶ μεταξὺ Βηρυτοῦ κειμένῳ καὶ Σιδῶνος, Λευκὴ κώμη καλεῖται, Κλεοπάτραν περιέμενε· καὶ βραδυνούσης ἀδημονῶν ἤλυε, ταχὺ μὲν εἰς τὸ πίνειν καὶ μεθύσκεσθαι διδοὺς ἑαυτόν,
51.2 οὐ καρτερῶν δὲ κατακείμενος, ἀλλὰ μεταξὺ πινόντων ἀνιστάμενος καὶ ἀναπηδῶν πολλάκις ἐπισκοπεῖν, ἕως ἐκείνη κατέπλευσεν, ἐσθῆτα πολλὴν καὶ χρήματα κομίζουσα τοῖς στρατιώταις. εἰσὶ δὲ οἱ λέγοντες ὅτι τὴν μὲν ἐσθῆτα παρʼ ἐκείνης λαβών, τὸ δὲ ἀργύριον ἐκ τῶν ἰδίων ἑαυτοῦ, διένειμεν ὡς ἐκείνης διδούσης.
52.1 τῷ δὲ βασιλεῖ τῶν Μήδων γίνεται διαφορὰ πρὸς Φραόρτην τὸν Πάρθον, ἀρξαμένη μέν, ὥς φασιν, ὑπὲρ τῶν Ῥωμαϊκῶν λαφύρων, ὑπόνοιαν δὲ τῷ Μήδῳ καὶ φόβον ἀφαιρέσεως τῆς ἀρχῆς παρασχοῦσα. διὸ καὶ πέμπων ἐκάλει τὸν Ἀντώνιον, ἐπαγγελλόμενος συμπολεμήσειν μετὰ τῆς ἑαυτοῦ δυνάμεως.
52.2 γενόμενος οὖν ἐπʼ ἐλπίδος μεγάλης ὁ Ἀντώνιος ʽᾧ γὰρ ἐδόκει μόνῳ τοῦ κατειργάσθαι Πάρθους ἀπολιπεῖν, ἱππέων πολλῶν καὶ τοξοτῶν ἐνδεὴς ἐλθών, τοῦτο ἑώρα προσγινόμενον αὐτῷ χαριζομένῳ μᾶλλον ἢ δεομένᾠ παρεσκευάζετο δι’ Ἀρμενίας αὖθις ἀναβαίνειν καὶ συγγενόμενος τῷ Μήδῳ περὶ ποταμὸν Ἀράξην οὕτω κινεῖν τὸν πόλεμον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi