Thesauros Edebiyat biography Ἀντώνιος

Ἀντώνιος

Ἀντώνιος Plutarch
23.2 τοῖς μὲν οὖν Ἕλλησιν οὐκ ἄτοπος οὐδὲ φορτικὸς συνηνέχθη τό γε πρῶτον, ἀλλὰ καὶ τὸ παῖζον αὑτοῦ πρὸς ἀκροάσεις φιλολόγων καὶ θεας ἀγώνων καὶ μυήσεις ἔτρεπε, καὶ περὶ τὰς κρίσεις ἦν ἐπιεικής, καὶ φιλέλλην ἀκούων ἔχαιρεν, ἔτι δὲ μᾶλλον φιλαθήναιος προσαγορευόμενος, καὶ τῇ πόλει πλείστας δωρεὰς ἔδωκε.
23.3 βουλομένων δέ τι καὶ Μεγαρέων καλὸν ἀντεπιδείξασθαι ταῖς Ἀθήναις καὶ τὸ βουλευτήριον ἰδεῖν αὐτὸν ἀξιωσάντων ἀναβὰς καὶ θεασάμενος, ὡς ἐπυνθάνοντο τί δοκοίη, μικρὸν μέν, ἔφη, σαπρὸν δέ. καὶ τὸν τοῦ Πυθίου νεὼν κατεμέτρησεν ὡς συντελέσων· τοῦτο γὰρ ὑπέσχετο πρὸς τὴν σύγκλητον.
24.1 ἐπεὶ δὲ Λεύκιον Κηνσωρῖνον ἐπὶ τῆς Ἑλλάδος καταλιπὼν εἰς Ἀσίαν διέβη καὶ τῶν ἐκεῖ πλούτων ἥψατο, καὶ βασιλεῖς ἐπὶ θύρας ἐφοίτων καὶ βασιλέων γυναῖκες ἁμιλλώμεναι δωρεαῖς πρὸς ἀλλήλας καὶ κάλλεσιν ἐφθείροντο πρὸς αὐτόν, ἐν Ῥώμῃ δὲ Καίσαρος στάσεσι καὶ πολέμοις ἀποτρυχομένου πολλὴν αὐτὸς ἄγων σχολὴν καὶ εἰρήνην ἀνεκυκλεῖτο τοῖς πάθεσιν εἰς τὸν συνήθη βίον,
24.2 Ἀναξήνορες δὲ κιθαρῳδοὶ καὶ Ξοῦθοι χοραῦλαι καὶ Μητρόδωρός τις ὀρχηστὴς καὶ τοιοῦτος ἄλλος Ἀσιανῶν ἀκροαμάτων θίασος, ὑπερβαλλομένων λαμυρίᾳ καὶ βωμολοχίᾳ τὰς ἀπὸ τῆς Ἰταλίας κῆρας, εἰσερρύη καὶ διῴκει τὴν αὐλήν, οὐδὲν ἦν ἀνεκτόν, εἰς ταῦτα φορουμένων ἁπάντων.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi