Thesauros Edebiyat biography Ἀντώνιος

Ἀντώνιος

Ἀντώνιος Plutarch
22.3 Ἀντώνιος δὲ Κάσσιον ἐνίκησε· καίτοι γεγράφασιν ἔνιοι μὴ παραγενέσθαι τῇ μάχῃ τὸν Ἀντώνιον, ἀλλὰ προσγενέσθαι μετὰ τὴν μάχην ἤδη διώκουσι. Κάσσιον δὲ Πίνδαρος τῶν πιστῶν τις ἀπελευθέρων αὐτοῦ δεομένου καὶ κελεύοντος ἔσφαξεν· οὐ γὰρ ἔγνω νενικηκότα Βροῦτον.
22.4 ὀλίγων δὲ ἡμερῶν διαγενομένων πάλιν ἐμαχέσαντο· καὶ Βροῦτος μὲν ἡττηθεὶς ἑαυτὸν ἀνεῖλεν, Ἀντώνιος δὲ τῆς νίκης ἠνέγκατο τῇ δόξῃ τὸ πλεῖστον, ἅτε δὴ καὶ νοσοῦντος τοῦ Καίσαρος. ἐπιστὰς δὲ τῷ Βρούτου νεκρῷ μικρὰ μὲν ὠνείδισεν ὑπὲρ τῆς Γαΐου τοῦ ἀδελφοῦ τελευτῆς ʽἀνῃρήκει γὰρ ἐκεῖ νον ὁ Βροῦτος ἐν Μακεδονίᾳ Κικέρωνι τιμωρῶν̓, φήσας δὲ μᾶλλον Ὁρτήσιον ἢ Βροῦτον αἰτιᾶσθαι τῆς τοῦ ἀδελφοῦ σφαγῆς Ὁρτήσιον μὲν ἐκέλευσεν ἐπισφάξαι τῷ μνήματι, Βρούτῳ δὲ τὴν αὑτοῦ φοινικίδα πολλῶν χρημάτων ἀξίαν οὖσαν ἐπέρριψε, καὶ τῶν ἀπελευθέρων τινὶ τῶν ἑαυτοῦ προσέταξε τῆς ταφῆς ἐπιμεληθῆναι. τοῦτον ὕστερον γνοὺς οὐ συγκατακαύσαντα τὴν φοινικίδα τῷ νεκρῷ καὶ πολλὰ τῆς εἰς τὴν ταφὴν δαπάνης ὑφῃρημένον ἀπέκτεινεν.
23.1 ἐκ τούτου Καῖσαρ μὲν εἰς Ῥώμην ἐκομίζετο, δοκῶν οὐ περιέσεσθαι πολὺν χρόνον ἐκ τῆς ἀρρωστίας, Ἀντώνιος δὲ τὰς πρὸς ἕω πάσας ἐπαρχίας ἀργυρολογήσων διέβαινεν εἰς τὴν Ἑλλάδα, πολλὴν στρατιὰν ἄγων· ὑπεσχημένοι γὰρ ἑκάστῳ στρατιώτῃ δραχμὰς πεντακισχιλίας ἐδέοντο συντονωτέρου χρηματισμοῦ καὶ δασμολογίας.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi