45.2
ἣν οὖν ὁ Σοφοκλέους Μενέλαος εἰκόνα ταῖς αὑτοῦ τύχαις παρατίθησιν, ἀλλʼ οὑμὸς ἀεὶ πότμος ἐν πυκνῷ θεοῦ τροχῷ κυκλεῖται καὶ μεταλλάσσει φύσιν, ὥσπερ σελήνης δʼ ὄψις εὐφρόνας εὐφρόνας Sintenis with Nauck, after Brunck; Coraës and Bekker retain the εὐφρόναις of the MSS. δύο στῆναι δύναιτʼ ἂν οὔποτʼ ἐν μορφῇ μιᾷ, ἀλλʼ ἐξ ἀδήλου πρῶτον ἔρχεται νέα πρόσωπα καλλύνουσα καὶ πληρουμένη, χὥτανπερ αὑτῆς εὐγενεστάτη φανῇ, πάλιν διαρρεῖ κεἰς τὸ μηδὲν ἔρχεται,
45.3
ταύτῃ μᾶλλον ἄν τις ἀπεικάσαι τὰ Δημητρίου πράγματα καὶ τὰς περὶ αὐτὸν αὐξήσεις καὶ φθίσεις καὶ ἀναπληρώσεις καὶ ταπεινότητας, οὗ γε καὶ τότε παντάπασιν ἀπολείπειν καὶ κατασβέννυσθαι δοκοῦντος ἀνέλαμπεν αὖθις ἡ ἀρχή, καὶ δυνάμεις τινὲς ἐπιρρέουσαι κατὰ μικρὸν ἀνεπλήρουν τὴν ἐλπίδα. καὶ τό γε τό γε Sintenis: Coraës and Bekker retain the τότε of the MSS. πρῶτον ἰδιώτης καὶ τῶν βασιλικῶν κοσμίων ἔρημος ἐπεφοίτα ταῖς πόλεσι, καί τις αὐτὸν ἐν Θήβαις τοιοῦτον θεασάμενος ἐχρήσατο τοῖς Εὐριπίδου στίχοις οὐκ ἀηδῶς· μορφὴν ἀμείψας ἐκ θεοῦ βροτησίαν πάρεστι Δίρκης νάματʼ Ἰσμηνοῦ θʼ ὕδωρ.
46.1
ἐπεὶ δὲ ἅπαξ ὥσπερ εἰς ὁδὸν βασιλικὴν τὴν ἐλπίδα κατέστη καὶ συνίστατο πάλιν σῶμα καὶ σχῆμα περὶ αὑτὸν ἀρχῆς, Θηβαίοις μὲν ἀπέδωκε τὴν πολιτείαν, Ἀθηναῖοι δὲ ἀπέστησαν αὐτοῦ. καὶ τόν τε Δίφιλον, ὃς ἦν ἱερεὺς τῶν Σωτήρων ἀναγεγραμμένος, ἐκ τῶν ἐπωνύμων ἀνεῖλον, ἄρχοντας αἱρεῖσθαι πάλιν, ὥσπερ ἦν πάτριον, ψηφισάμενοι, τόν τε Πύρρον ἐκ Μακεδονίας μετεπεμποντο, μᾶλλον ἢ προσεδόκησαν ἰσχύοντα τὸν Δημήτριον ὁρῶντες.