Thesauros Edebiyat biography Δημήτριος

Δημήτριος

Δημήτριος Plutarch
42.4 δηχθεὶς σφόδρα καὶ πρὸς τούτῳ γενόμενος ἀνέστρεψεν εἰς τὴν οἰκίαν, καὶ πάντα ποιησάμενος ὕστερα, τοῖς ἐντυχεῖν βουλομένοις, ἀρξάμενος ἀπὸ τῆς πρεσβύτιδος ἐκείνης, ἐπὶ πολλὰς ἡμέρας ἐσχόλασεν.
42.5 οὐδὲν γὰρ οὕτως βασιλεῖ προσῆκον ὡς τὸ τῆς δίκης ἔργον. Ἄρης μὲν γὰρ τύραννος, ὥς φησι Τιμόθεος, νόμος δὲ πάντων βασιλεὺς κατὰ Πίνδαρόν ἐστι· καὶ τοὺς βασιλεῖς Ὅμηρός φησιν οὐχ ἑλεπόλεις οὐδὲ ναῦς χαλκήρεις, ἀλλὰ θέμιστας παρὰ τοῦ Διὸς λαμβάνοντας ῥύεσθαι καὶ φυλάσσειν, καὶ τοῦ Διὸς οὐ τὸν πολεμικώτατον οὐδὲ τὸν ἀδικώτατον καὶ φονικώτατον τῶν βασιλέων, ἀλλὰ τὸν δικαιότατον ὀαριστὴν καὶ μαθητὴν προσηγόρευκεν.
42.6 ἀλλὰ Δημήτριος ἔχαιρε τῷ βασιλεῖ τῶν θεῶν ἀνομοιοτάτην ἐπιγραφόμενος προσωνυμίαν· ὁ μὲν γὰρ Πολιεὺς καὶ Πολιοῦχος, ὁ δὲ Πολιορκητὴς ἐπίκλησιν ἔσχεν. οὕτως ἐπὶ τὴν τοῦ καλοῦ χώραν τὸ αἰσχρὸν ὑπὸ δυνάμεως ἀμαθοῦς ἐπελθὸν συνῳκείωσε τῇ δόξῃ τὴν ἀδικίαν.
43.1 ὁ δʼ οὖν Δημήτριος ἐπισφαλέστατα νοσήσας ἐν Πέλλῃ μικροῦ τότε Μακεδονίαν ἀπέβαλε, καταδραμόντος ὀξέως Πύρρου καὶ μέχρις Ἐδέσσης προελθόντος. ἅμα δὲ τῷ κουφότερος γενέσθαι πάνυ ῥᾳδίως ἐξελάσας αὐτὸν ἐποιήσατό τινας ὁμολογίας, οὐ βουλόμενος ἐμποδὼν ὄντι συνεχῶς προσπταίων καὶ τοπομαχῶν ἧττον εἶναι πρὸς οἷς διενοεῖτο.
43.2 διενοεῖτο δὲ οὐθὲν ὀλίγον, ἀλλὰ πᾶσαν ἀναλαμβάνειν τὴν ὑπὸ τῷ πατρὶ γενομένην ἀρχήν. καὶ τῆς ἐλπίδος ταύτης καὶ τῆς ἐπιβολῆς οὐκ ἀπελείπετο τὰ τῆς παρασκευῆς, ἀλλὰ στρατιᾶς μὲν ἤδη συνετέτακτο πεζῆς μυριάδας δέκα δισχιλίων ἀνδρῶν ἀποδεούσας, καὶ χωρὶς ἱππέας ὀλίγῳ δισχιλίων καὶ μυρίων ἐλάττους.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi