Thesauros Edebiyat biography Δημήτριος

Δημήτριος

Δημήτριος Plutarch
36.3 ἦσαν οὖν ἐκ τούτων ὑποψίαι πρὸς ἀλλήλους αὐτοῖς, καὶ βαδίζοντι Δημητρίῳ πρὸς δεῖπνον ὑπὸ τοῦ νεανίσκου παρακεκλημένῳ μηνύει τις ἐπιβουλήν, ὡς ἐν αὐτῷ τῷ πότῳ μελλόντων αὐτὸν ἀνελεῖν. ὁ δὲ μηδὲν διαταραχθείς, ἀλλὰ μικρὸν ὑφεὶς τῆς πορείας, ἐκέλευσε τοὺς μὲν ἡγεμόνας ἐν τοῖς ὅπλοις τὴν στρατιὰν ἔχειν, ἀκολούθους δὲ καὶ παῖδας, ὅσοι περὶ αὐτὸν ἦσαν (ἦσαν δὲ πολὺ πλείους τῶν Ἀλεξάνδρου), συνεισελθεῖν εἰς τὸν ἀνδρῶνα καὶ παραμένειν ἄχρι ἂν ἐξαναστῇ.
36.4 τοῦτο δείσαντες οἱ περὶ τὸν Ἀλέξανδρον οὐκ ἐτόλμησαν ἐπιχειρῆσαι. καὶ ὁ μὲν Δημήτριος οὐκ ἔχειν αὐτῷ τὸ σῶμα ποτικῶς σκηψάμενος διὰ ταχέων ἀπῆλθε· τῇ δὲ ὑστεραίᾳ περὶ ἀναζυγὴν εἶχε, πράγματα ϝεώτερα προσπεπτωκέναι φάμενος αὐτῷ, καὶ παρῃτεῖτο συγγνώμην ἔχειν τὸν Ἀλέξανδρον, εἰ τάχιον ἀπαίρει· συνέσεσθαι γὰρ αὐτῷ μᾶλλον ἄλλοτε σχολάζων. ἔχαιρεν οὖν ὁ Ἀλέξανδρος, ὡς οὐ πρὸς ἔχθραν, ἀλλʼ ἑκουσίως ἐκ τῆς χώρας ἀπαίροντος αὐτοῦ, καὶ προέπεμπεν ἄχρι Θετταλίας.
36.5 ἐπεὶ δὲ εἰς Λάρισσαν ἧκον, αὖθις ἀλλήλοις ἐπήγγελλον ἑστιάσεις ἀντεπιβουλεύοντες· ὃ δὴ μάλιστα τὸν Ἀλέξανδρον ὑποχείριον ἐποίησε τῷ Δημητρίῳ. φυλάττεσθαι γὰρ ὀκνῶν, ὡς μὴ κἀκεῖνον ἀντιφυλάττεσθαι διδάξῃ, παθὼν ἔφθασε (δρᾶν μέλλοντος αὐτοῦ μὴ διαφυγεῖν ἐκεῖνον) ὃ ἐμηχανᾶτο. κληθεὶς γὰρ ἐπὶ δεῖπνον ἦλθε πρὸς τὸν Δημήτριον. ὡς δὲ ἐκεῖνος ἐξανέστη μεταξὺ δειπνῶν, φοβηθεὶς ὁ Ἀλέξανδρος συνεξανέστη καὶ κατὰ πόδας αὐτῷ πρὸς τὰς θύρας συνηκολούθει.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi