Thesauros Edebiyat biography Δημήτριος

Δημήτριος

Δημήτριος Plutarch
33.4 μικρὰν δὲ τοῖς Ἀθηναίοις ἀναπνοὴν παρέσχον ἑκατὸν πεντήκοντα νῆες φανεῖσαι περὶ Αἴγιναν, ἃς ἔπεμψεν ἐπικούρους αὐτοῖς Πτολεμαῖος. εἶτα Δημητρίῳ πολλῶν μὲν ἐκ Πελοποννήσου, πολλῶν δὲ ἀπὸ Κύπρου νεῶν παραγενομένων, ὥστε συμπάσας ἀθροισθῆναι τριακοσίας, ἔφυγον ἄραντες οἱ Πτολεμαίου, καὶ Λαχάρης ὁ τύραννος ἀπέδρα προέμενος τὴν πόλιν.
34.1 οἱ δὲ Ἀθηναῖοι, καίπερ ψηφισάμενοι θάνατον εἰ μνησθείη τις εἰρήνης καὶ διαλλαγῆς πρὸς Δημήτριον, εὐθὺς ἀνεῴγνυσαν τὰς ἐγγὺς πύλας καὶ πρέσβεις ἔπεμπον, οὐδὲν μὲν ἀπʼ ἐκείνου χρηστὸν προσδοκῶντες, ἐκβιαζομένης δὲ τῆς ἀπορίας,
34.2 ἐν ᾗ δυσχερῶν πολλῶν συμπεσόντων λέγεταί τι καὶ τοιοῦτον γενέσθαι· πατέρα καὶ υἱὸν ἐν οἰκήματι καθέζεσθαι τὰ καθʼ ἑαυτοὺς ἀπεγνωκότας, ἐκ δὲ τῆς ὀροφῆς μῦν νεκρὸν ἐκπεσεῖν, τοὺς δέ, ὡς εἶδον, ἀναπηδήσαντας ἀμφοτέρους διαμάχεσθαι περὶ αὐτοῦ. τότε καὶ τὸν φιλόσοφον Ἐπίκουρον ἱστοροῦσι διαθρέψαι τοὺς συνήθεις κυάμους πρὸς ἀριθμὸν μετʼ αὐτῶν διανεμόμενον.
34.3 οὕτως οὖν τῆς πόλεως ἐχούσης εἰσελθὼν ὁ Δημήτριος, καὶ κελεύσας εἰς τὸ θέατρον ἀθροισθῆναι πάντας, ὅπλοις μὲν συνέφραξε τὴν σκηνὴν καὶ δορυφόροις τὸ λογεῖον περιέλαβεν, αὐτὸς δὲ καταβάς, ὥσπερ οἱ τραγῳδοί, διὰ τῶν ἄνω παρόδων, ἔτι μᾶλλον ἐκπεπληγμένων τῶν Ἀθηναίων τὴν ἀρχὴν τοῦ λόγου πέρας ἐποιήσατο τοῦ δέους αὐτῶν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi