27.3
οὐ μόνον δὲ ταῖς γαμεταῖς, ἀλλὰ καὶ τοῖς φίλοις τοῦ Δημητρίου ζῆλον καὶ φθόνον εὐημεροῦσα καὶ στεργομένη παρεῖχεν. ἀφίκοντο γοῦν τινες παρʼ αὐτοῦ κατὰ πρεσβείαν πρὸς Λυσίμαχον, οἷς ἐκεῖνος ἄγων σχολὴν ἐπέδειξεν ἔν τε τοῖς μηροῖς καὶ τοῖς βραχίοσιν ὠτειλὰς βαθείας ὀνύχων λεοντείων· καὶ διηγεῖτο τὴν γενομένην αὐτῷ μάχην πρὸς τὸ θηρίον, ὑπὸ Ἀλεξάνδρου συγκαθειρχθέντι τοῦ βασιλέως. οἱ δὲ γελῶντες ἔφασαν καὶ τὸν αὑτῶν βασιλέα δεινοῦ θηρίου δήγματα φέρειν ἐν τῷ τραχήλῳ, Λαμίας.
27.4
ἦν δὲ θαυμαστὸν ὅτι τῆς φίλας ἐν ἀρχῇ τὸ μὴ καθʼ ἡλικίαν δυσχεραίνων, ἥττητο τῆς Λαμίας, καὶ τοσοῦτον ἤρα χρόνον, ἤδη παρηκμακυίας. Δημὼ γοῦν, ἡ ἐπικαλουμένη Μανία, παρὰ δεῖπνον αὐλούσης τῆς Λαμίας καὶ τοῦ Δημητρίου πυθομένου, τί σοι δοκεῖ; Γραῦς, εἶπεν, ὦ βασιλεῦ. πάλιν δὲ τραγημάτων παρατεθέντων κἀκείνου πρὸς αὐτὴν εἰπόντος, ὁρᾷς ὅσα μοι Λάμια πέμπει; πλείονα, ἔφη, πεμφθήσεταί σοι παρὰ τῆς ἐμῆς μητρός, ἐὰν θέλῃς καὶ μετʼ αὐτῆς καθεύδειν.
27.5
ἀπομνημονεύεται δὲ τῆς Λαμίας καὶ πρὸς τὴν λεγομένην Βοκχώρεως κρίσιν ἀντίρρησις. ἐπεὶ γάρ τις ἐρῶν ἐν Αἰγύπτῳ τῆς ἑταίρας Θώνιδος ᾐτεῖτο συχνὸν χρυσίον, εἶτα κατὰ τοὺς ὕπνους δόξας αὐτῇ συγγενέσθαι τῆς ἐπιθυμίας ἐπαύσατο, δίκην ἔλαχεν ἡ Θωνὶς αὐτῷ τοῦ μισθώματος.